[ ]
Att. — non-stoich. — fin. s. II a. — IG II² 840 Add. (pt. 1.2 p. 668)
1 | ․․ο — — — — — — — — — — — — — — — — — — — — — |
․․#⁷σζω․․․․․12․․․․․δ̣․c.5․ν̣[․c.5․ ἐπειδὴ πρό]- | |
[σ]οδον ποιη[σ]άμενος πρὸς τὴν βουλ[ὴν ὁ ἱερεὺς] | |
τοῦ ἥρωος [το]ῦ ἰατροῦ τοῦ ἐν ἄστει Διο[νύσιος Ἀ]- | |
5 | πολλωνίου [Κηφι]σιεὺς vacat |
[ἐ]μφανίζε[ι] ὑπάρχειν τῶι θεῶι κανοῦν κα[ὶ] οἰν[ο]- | |
χ[ό]ην κα[ὶ π]οτήρια δύο καὶ λιβανωτίδα καὶ [φιά]- | |
[λην] καὶ τα[ῦ]τα γεγονέναι ἄχρηστα διὰ τὸν χρό[ν]- | |
[ον] καὶ διὰ [τ]αῦτα παρακαλεῖ τὴμ βουλὴν ἑλέσ[θ]- | |
10 | [αι ἐ]ξ ἑαυτῆς τρεῖς ἄνδρας, ὁμοίως δὲ καὶ δημ[ό]- |
[σιο]ν τ[ὸν λ]ειτουργήσοντα αὐτοῖς, οἵτινες μ[ε]- | |
[τά τε] το[ῦ ἱερ]έως καὶ τοῦ ἐπὶ τὴν παρασκευὴ[ν σ]- | |
[τρατηγοῦ] καὶ τοῦ ἀρχιτέκτονος τοῦ ἐπὶ τὰ ἱερ- | |
[ὰ μετακατ]ασκευῶσιν τῶι θεῶι κανοῦν κα[ὶ οἰ]- | |
15 | [νοχόην κ]αὶ ποτήρια δύο καὶ λιβανωτίδα καὶ φιά- |
[λην κα]θελόντες καὶ τὰ ἀνακείμενα τυ[πία] | |
[ἐν τῶι ἱ]ερῶι, ἃ καὶ ἐπιγράψαντες ἀναθήσ[ουσ]- | |
[ιν τῶι θ]εῶι· ἀγαθεῖ τύχει δεδόχθαι τεῖ β[ουλ]- | |
[εῖ χειρο]τονῆσαι τὴν βουλὴν ἐξ ἑαυτ[ῆς ἄν]- | |
20 | [δρας τρ]εῖς, ὁμοίως δὲ καὶ δημόσιον, οἵτιν[ες] |
[μετά] τε τοῦ ἱερέως καὶ τοῦ στρατηγοῦ | |
[τοῦ] ἐπὶ τὴν παρασκευὴν καὶ τοῦ ἀρχιτ[έ]- | |
[κτο]νος τοῦ ἐπὶ τὰ ἱερὰ ποιήσονται [τὴν] | |
μετακατασκευὴν τῶν προειρημένων [καὶ] | |
25 | [κατ]αβαλοῦνται λόγον εἰς τὸ μητρῶιο[ν] |
[ὧ]ν ἂν οἰκονομήσωσιν, ἀναγράψου[σιν] | |
[δὲ] καὶ εἰς τὸ ἱερὸν τὰ μετακατα[σκευ]- | |
[ασθ]έντα καὶ καθαιρεθέντα, ἵνα το[ύτων] | |
[συν]τελουμένων εὐσεβῶς ἔχη[ι τῆι τε] | |
30 | [βου]λῆι καὶ τῶι δήμωι τὰ πρὸς τοὺς |
[θε]ούς. | |
μετακατασκευάσοντες οἵδε | |
[κε]χειροτόνηνται· Διονύσιος Παλληνεύς, | |
[Εὔ]μαχος? ἐκ Κολωνοῦ, | |
35 | [Κ]αλλιφῶν Παμβωτάδης· δημόσιος Σώταιρο<ς>. |
[στ]ρατηγὸς ἐπὶ τὴν παρασκευὴν | |
[Στ]ράτων? Ἑκαλῆθεν. | |
[τ]άδε μετακατεσκευάσθη· | |
[πο]τήριον οὗ ὁλκή vv 𐅄Δ | |
40 | [ἕτερον] ποτήριον οὗ ὁλκή vv 𐅄Δ |
[φι]άλη [ἧ]ς ὁλκή vvvvv λιβανωτὶς ἧς ὁλκή vacat | |
[κα]νοῦν οὗ ὁλκή vvvvvvv ΗΗΗΗ | |
[οἰ]νοχόη ἧς ὁλκή vvv ΗΔΔ | |
43a | vacat 0.2 |
44 | ἐπὶ ἱερέως Διονυσίου τοῦ Ἀπολλωνίου |
45 | Κηφισιέως |
ζακορεύοντος Ζωβίου Μιλησίου. |