[ ] Syr., Apamene — Apamea — AnnÉp (1976) 678
1 — — — — — — — — — — — —
[τῶν προγ]ονικῶν δικαίων
[καὶ τὴν αὑ]τοῦ ἀλιτουργησίαν δηλο[υ]-
[μένην] μετὰ ἄλλων τειμῶν χαλκαῖς
5 [δέλτοῖ]ς ἐν τῷ Καπετωλίῳ ἐν Ῥώμῃ·
[ἀρχ]ὰς δὲ καὶ λιτουργίας καὶ φιλοτει-
[μίας τῇ] πατρίδι ἐκτελέσαντα καὶ ἱερασά-
[μενον], ἀγορανομήσαντα φιλοτείμως
[καὶ μ]ῆνας ἓξ σειτοδοτήσαντα ἀργύρια
10 [(δην.) ․․․δ]όντα, ἀλείψαντα καὶ ποιήσαντα ἐν τῷ
[— — —]ῳ ἀγωγῷ ἱκανὰ μείλια, γραμματεύ-
[σαντα] τῆς πόλεος ἐξαιρετὸν αἰτησά-
[μενον] αὑτὸν ἐπὶ ἐνιαυτὸν καὶ ἑαυτῷ
[τοὺς συ]νάρξαντας ἑλομένον καὶ ἐν τῷ
15 [αὐτῷ ἔτ]ει καὶ ἰρήνης καὶ σειτοδοσίας ἐπι-
[μεληθ]έντα καὶ κτίσαντα τὰς θερμὰς
[καὶ τὴν π]ρὸ αὐτῶν ἐπὶ τῆς πλατείας στοὰν
[καὶ τὴ]ν παρακειμένην βασιλικὴν καὶ τὸν
[πά]ντα χωρήσαντα τόπον ἐξ ἰδίων ἀγορά-
20 [σαντ]α καὶ ἀναθέντα ἐν ταῖς αὐταῖς θερμαῖς
[χαλκ]ουργήματα, τὸν Θησέα καὶ Μεινώταυρον,
[τὸν Ἀ]πόλλωνα καὶ Ὄλυμπον καὶ Σκύθην
[καὶ Μ]αρσύαν, πρεσβεύσαντα προῖκα πολλά-
[κις πρ]ὸς Σεβαστοὺς καὶ εἰς Ῥώμην καὶ
25 [πρὸς ἡ]γεμόνας· ἐγένοντο δὲ αὐτοῦ καὶ
[πολλ]οὶ μὲν ἀπὸ πατρὸς καὶ μητρὸς
[πρόγον]οι ἔνδοξοι καὶ φιλότειμοι καὶ τέ-
[τραρχαι] καὶ βασιλικῶν τειμῶν μετέχοντες·
[μάλιστα δ]ὲ Δέξανδρος ὁ πρῶτος τῆς ἐπαρ-
30 [χείας ἱε]ρασάμενος πρόπαπος αὐτοῦ ὑπὸ
[θεοῦ Αὐ]γούστου διὰ τὴν πρὸς τὸν Ῥωμαίων
[δῆμον] φιλίαν καὶ πίστιν ἐπικρίματι
[φίλο]ς καὶ σύμμαξος ἀνεγράφη χαλ-
[καῖς δ]έλτοις ἐν τῷ Καπετωλίῳ· ἐν αἷς καὶ
35 [αἱ ἄλ]λαι δοθεῖσαι αὐτῷ καὶ γένει αὐτοῦ ἐξαι-
[ρετοὶ] τειμαὶ δηλοῦνται· ὧν δέλτων τὸ ἔγλημ-
[μα ἀ]πόκειται εἰς τὰ ἐνθάδε ἀρχεῖα ἔτους·
[․․․ Ξ]ανδικοῦ ηκʹ· ὑπὸ δὲ τῆς ἡμετέρας πόλε-
[ως δόγ]ματι βουλῆς καὶ δήμου ἐτειμήθη
40 [Περ]ι̣τ̣ί̣ου γʹ ἀπίοντος· ἐν ᾧ δόγματι το[․․]
— — — — — — — — — — — — — — — — — — — — —
Search Help
Contact Us