[ ]
Syr., Apamene — Apamea — AnnÉp (1976) 678
1 | — — — — — — — — — — — — |
[τῶν προγ]ονικῶν δικαίων | |
[καὶ τὴν αὑ]τοῦ ἀλιτουργησίαν δηλο[υ]- | |
[μένην] μετὰ ἄλλων τειμῶν χαλκαῖς | |
5 | [δέλτοῖ]ς ἐν τῷ Καπετωλίῳ ἐν Ῥώμῃ· |
[ἀρχ]ὰς δὲ καὶ λιτουργίας καὶ φιλοτει- | |
[μίας τῇ] πατρίδι ἐκτελέσαντα καὶ ἱερασά- | |
[μενον], ἀγορανομήσαντα φιλοτείμως | |
[καὶ μ]ῆνας ἓξ σειτοδοτήσαντα ἀργύρια | |
10 | [(δην.) ․․․δ]όντα, ἀλείψαντα καὶ ποιήσαντα ἐν τῷ |
[— — —]ῳ ἀγωγῷ ἱκανὰ μείλια, γραμματεύ- | |
[σαντα] τῆς πόλεος ἐξαιρετὸν αἰτησά- | |
[μενον] αὑτὸν ἐπὶ ἐνιαυτὸν καὶ ἑαυτῷ | |
[τοὺς συ]νάρξαντας ἑλομένον καὶ ἐν τῷ | |
15 | [αὐτῷ ἔτ]ει καὶ ἰρήνης καὶ σειτοδοσίας ἐπι- |
[μεληθ]έντα καὶ κτίσαντα τὰς θερμὰς | |
[καὶ τὴν π]ρὸ αὐτῶν ἐπὶ τῆς πλατείας στοὰν | |
[καὶ τὴ]ν παρακειμένην βασιλικὴν καὶ τὸν | |
[πά]ντα χωρήσαντα τόπον ἐξ ἰδίων ἀγορά- | |
20 | [σαντ]α καὶ ἀναθέντα ἐν ταῖς αὐταῖς θερμαῖς |
[χαλκ]ουργήματα, τὸν Θησέα καὶ Μεινώταυρον, | |
[τὸν Ἀ]πόλλωνα καὶ Ὄλυμπον καὶ Σκύθην | |
[καὶ Μ]αρσύαν, πρεσβεύσαντα προῖκα πολλά- | |
[κις πρ]ὸς Σεβαστοὺς καὶ εἰς Ῥώμην καὶ | |
25 | [πρὸς ἡ]γεμόνας· ἐγένοντο δὲ αὐτοῦ καὶ |
[πολλ]οὶ μὲν ἀπὸ πατρὸς καὶ μητρὸς | |
[πρόγον]οι ἔνδοξοι καὶ φιλότειμοι καὶ τέ- | |
[τραρχαι] καὶ βασιλικῶν τειμῶν μετέχοντες· | |
[μάλιστα δ]ὲ Δέξανδρος ὁ πρῶτος τῆς ἐπαρ- | |
30 | [χείας ἱε]ρασάμενος πρόπαπος αὐτοῦ ὑπὸ |
[θεοῦ Αὐ]γούστου διὰ τὴν πρὸς τὸν Ῥωμαίων | |
[δῆμον] φιλίαν καὶ πίστιν ἐπικρίματι | |
[φίλο]ς καὶ σύμμαξος ἀνεγράφη χαλ- | |
[καῖς δ]έλτοις ἐν τῷ Καπετωλίῳ· ἐν αἷς καὶ | |
35 | [αἱ ἄλ]λαι δοθεῖσαι αὐτῷ καὶ γένει αὐτοῦ ἐξαι- |
[ρετοὶ] τειμαὶ δηλοῦνται· ὧν δέλτων τὸ ἔγλημ- | |
[μα ἀ]πόκειται εἰς τὰ ἐνθάδε ἀρχεῖα ἔτους· | |
[․․․ Ξ]ανδικοῦ ηκʹ· ὑπὸ δὲ τῆς ἡμετέρας πόλε- | |
[ως δόγ]ματι βουλῆς καὶ δήμου ἐτειμήθη | |
40 | [Περ]ι̣τ̣ί̣ου γʹ ἀπίοντος· ἐν ᾧ δόγματι το[․․] |
— — — — — — — — — — — — — — — — — — — — — |