[ ]
Syr., Apamene — Apamea — AnnÉp (1976) 677
1 | ὑπὲρ τῆς αὐτο- |
κράτορος Νερούα Τραια- | |
νοῦ Καίσαρος Σεβ(αστοῦ) Γερμ(ανικοῦ) Δακι- | |
κοῦ ὑγείας, Λ(ούκιος) Ἰούλιος Γ(αΐου) υἱὸς | |
5 | Φαβ(ία) Ἀγρίππας, βασιλικὰς τειμὰς ἔχων, |
καὶ προγόνους χαλκαῖς δέλτοις ἐν τῷ Καπετωλίῳ· | |
συμμάχους Ῥωμαίων ἀναγεγραμμένους, ἔχων δὲ καὶ | |
ἀλιτουργησίαν καὶ ἐκτελέσας πᾶσαν φιλοτειμίαν | |
αὐθαιρέτως, ἐκ τῶν ἰδίων ἀγοράσας τὸν τόπον, | |
10 | τάς τε θερμὰς καὶ τὴν ἐν ταύταις βασιλικὴν |
καὶ τὴν πρὸ τούτων στοὰν σὺν τῷ ἐνόντι παντὶ | |
κόσμῳ καὶ χαλκουργήματι κτίσας τῇ πατρίδι ἀνέθηκεν | |
ἐπὶ Ἰουλίου Βάσσου πρεσβ(ευτοῦ) | |
Σεβαστοῦ ἀντιστρατήγου |