[ ] Syr., Apamene — Apamea — AnnÉp (1976) 677
1 ὑπὲρ τῆς αὐτο-
κράτορος Νερούα Τραια-
νοῦ Καίσαρος Σεβ(αστοῦ) Γερμ(ανικοῦ) Δακι-
κοῦ ὑγείας, Λ(ούκιος) Ἰούλιος Γ(αΐου) υἱὸς
5 Φαβ(ία) Ἀγρίππας, βασιλικὰς τειμὰς ἔχων,
καὶ προγόνους χαλκαῖς δέλτοις ἐν τῷ Καπετωλίῳ·
συμμάχους Ῥωμαίων ἀναγεγραμμένους, ἔχων δὲ καὶ
ἀλιτουργησίαν καὶ ἐκτελέσας πᾶσαν φιλοτειμίαν
αὐθαιρέτως, ἐκ τῶν ἰδίων ἀγοράσας τὸν τόπον,
10 τάς τε θερμὰς καὶ τὴν ἐν ταύταις βασιλικὴν
καὶ τὴν πρὸ τούτων στοὰν σὺν τῷ ἐνόντι παντὶ
κόσμῳ καὶ χαλκουργήματι κτίσας τῇ πατρίδι ἀνέθηκεν
ἐπὶ Ἰουλίου Βάσσου πρεσβ(ευτοῦ)
Σεβαστοῦ ἀντιστρατήγου
Search Help