| 1 | ἥρωι ἰατρῶι |
| Εὐκλῆς Εὐνόμου | |
| Κεφαλῆθεν | |
| ἀνέθηκεν. | |
| 4a | vacat 0.14 |
| 5 | θεο[ί]. |
| ἐπὶ Θρασυφῶντος ἄρχοντος [ἐπὶ τῆς Πανδι]- | |
| ονίδος ἕκτης πρυτανείας, ἧι ․․․c.10․․․ | |
| του Παιανιεὺς ἐγραμμάτε[υεν· δήμου ψή]- | |
| φίσματα· Μαιμακτηριῶνος [ἕνηι καὶ νέαι], | |
| 10 | ἕκτει καὶ δεκάτει τῆς πρυτ[ανείας· ἐκκλη]- |
| σία κυρία ἐν τῶι θεάτ[ρ]ωι· τ[ῶν προέδρων] | |
| ἐπεψήφιζεν Κλεόμαχος Λα․․․c.10․․․ | |
| σιος καὶ συμπρόεδροι· | |
| ἔδοξεν τεῖ βουλ[εῖ]· | |
| 15 | Ἐμπεδίων Εὐμήλου Εὐων[υμεὺς εἶπεν]· |
| ὑπὲρ ὧν τὴν πρόσοδον πε[ποίηται ὁ ἱερεὺς] | |
| τοῦ ἥρωος τοῦ ἰατροῦ Οἰο[․․c.7․․ ὅπως ἂν ἐ]- | |
| κ τῶν τύπων τῶν ἀνακει[μένων ἐν τῶι ἱερῶι] | |
| καὶ τοῦ ἀργυρίου κατασ[κευασθῆι ἀνά]- | |
| 20 | θ[η]μα τῶι θεῶι [ο̣]ἰνοχό[η ․․․․c.12․․․․], |
| [ἀγα]θεῖ τύχει δεδό[χθαι τεῖ βουλεῖ τοὺς] | |
| [λαχ]όντας προέδ[ρους εἰς τὴν ἐπιοῦσαν] | |
| [ἐκκ]λησίαν χρημα[τίσαι περὶ τούτων, γνώ]- | |
| [μην] δὲ ξυμβάλλεσ[θαι τῆς βουλῆς εἰς τὸν δ]- | |
| 25 | [ῆμον] ὅτι δο[κ]εῖ τ[ῆι βουλῆι, ἑλέσθαι τὸν] |
| [δῆ]μον [δύ]ο μὲ[ν ἄνδρας ἐξ Ἀρευπαγιτῶν], | |
| [τ]ρεῖς δὲ ἐξ ἑαυτῶ[ν, οἵτινες μετά τε τοῦ] | |
| [ἱ]ερέως καὶ τοῦ στρατηγ[οῦ τοῦ ἐπὶ τὴν] | |
| [π]αρασκευὴν καὶ τοῦ ἀρχιτέκτονο[ς] τοῦ [ἐπὶ] | |
| 30 | [τ]ὰ ἱερὰ καθελόντες τοὺς τύπους καὶ εἴ τ[ι] |
| [ἄ]λλο ἐστὶν ἀργυροῦν ἢ χρυσοῦν καὶ τὸ | |
| [ἀ]ργύριον τὸ ἀνακείμενον στήσαντες | |
| [κ]ατασκευάσουσι τῶι θεῶι ἀνάθημα ὡς | |
| ἂν δύνωνται κάλλιστον καὶ ἀναθήσου- | |
| 35 | σιν ἐπιγράψαντες· ἡ βουλὴ ἡ ἐπὶ Θρασυφῶ[ν]- |
| [τ]ος ἄρχοντος ἀπὸ τῶν ἀναθημάτων ἥρω[ι] | |
| ἰατρῶι· ἀναγραψάτωσαν δὲ οἱ αἱρεθέν- | |
| τες τὰ ὀνόματα τῶν ἀνατεθηκότων ἐν | |
| τῶι ἱερῶι καὶ σταθμὸν εἰς στήλην λιθί- | |
| 40 | νην καὶ στησάτωσαν ἐν τῶι ἱερῶι· ἃ δὲ ἂν |
| οἰκονομήσωσιν, λόγον καταβαλέσθαι αὐ- | |
| τούς· v ἑλέσθα[ι] δὲ καὶ δημόσιον τὸν ἀντι- | |
| γραψόμενον, ὅπως ἂν τούτων γενομένων | |
| ἔχει καλῶς καὶ εὐσεβῶς τεῖ βουλεῖ καὶ τῶ[ι] | |
| 45 | δήμωι τὰ πρὸς τοὺς θεούς· v θῦσαι δὲ τῶι θε- |
| ῶι ἀρεστήριον ἀπὸ πέντε καὶ δέκα δρα- | |
| χμῶν· vvvv ἐπὶ τὴν κατασκευὴν τῆς οἰνο- | |
| χόης τῶι ἥρωι τῶι ἰατρῶι ἐξ Ἀθηναίων ἁ- | |
| πάντων κεχειροτόνηνται· v Γλαυκέτης Κη- | |
| 50 | φισιεύς, v Σωγένης Ἰκαριεύς, v Κόνων Ἀλω- |
| πεκῆθεν· v ἐξ Ἀρευπαγιτῶν· v Θέογνις Κυδα- | |
| [θ]η[να]ιεύς, vv Χάρης Ἀφιδναῖος, v δημόσιο[ς] | |
| κε[χειρο]τόνηται v Δημήτριος. vacat | |
| 53a | vacat 0.025 |
| laterculus donariorum: | |
| 54 | [ἐ]ν τ[ῶι] τοῦ ἥρωος τοῦ ἰατροῦ τὰ καθαιρεθέντα |
| 55 | [εἰ]ς τὸ ἀνάθημα· vv ἀργυρᾶ· v τέτραχμον ὃ ἀνέ- |
| [θη]κεν Καλλίστρατος· v τύπον ὃν ἀνέθηκε Λα- | |
| μίδιον· v τύπον ὃν ἀνέθηκεν Ζωΐλος ὑπὲρ τοῦ | |
| παιδίου· v τύπον ὃν ἀνέθηκεν Καλλίστιον· | |
| τύπον ὃν ἀνέθηκεν Λαμίδιον· v τύπον ὃν ἀνέθη- | |
| 60 | κεν Ἀσφαλίων· v τύπον ὃν ἀνέθηκεν Νικοκλῆ[ς]· |
| τύπον ὃν ἀνέθηκεν Καλλίστιον· v τύπον ὃν ἀν[έ]- | |
| θηκεν Φιλιστίς· v τύπον [κ]αὶ ἀσπίδιο[ν] ὃ ἀνέθη- | |
| κεν Εὔθιον· v τύπον ὃν ἀνέθηκεν Ζωΐλος· v μηρο[ὺς] | |
| δύο οὓς ἀνέθηκεν Ξενοκλῆς· v τύπον ὃν ἀνέθη- | |
| 65 | κεν Εὔκλεια· v τύπον ὃν ἀνέθηκεν Ὀλυμπίς· |
| τύπον ὃν ἀνέθηκε Καλλίστιον· v ὀφθαλμοὺς | |
| οὓς ἀνέθηκεν Κτήσων· v τύπον ὃν ἀνέθηκε Καλλίσ- | |
| τιον· v δραχμαὶ ἓξ ․․ετ․α․․․․ ἀνεπίγραφον | |
| τύπον ὃν ἀνέθηκεν Κ[αλλίστιο]ν· v μηροὺς οὓς [ἀ]- | |
| 70 | [ν]έθηκεν Σπινθήρ· τύπον ὃν ἀνέθηκε [Π]ατροκ[λ—]· |
| [ὀφθ]αλμοὺς οὓς ἀνέθηκε Λαμίδιον· v ὀφθαλμοὺς | |
| [οὓς] ἀνέθηκε Φιλοστράτη· v ἀκροστόλιον ὃ ἀ[νέ]- | |
| [θηκ]ε Θεό[δ]οτος· v τύπον ὃν ἀνέθηκε Σόφον· v στ[ῆ]- | |
| [θος] ὃ ἀνέθηκε Πύρων· τύπον ὃν ἀνέθηκε Μόσχ․․ | |
| 75 | [ὑπ]ὲρ Καλλιστράτης καὶ Καλλίππου· v τύπον ὃν |
| ἀνέθηκεν Καλλίστιον· v τύπον ὃν ἀνέθηκεν | |
| Καλλίστιον· v τύπον ὃν ἀνέθηκεν Καλλίστ[ιον]· | |
| τύπον <ὃν> ἀνέθηκε Καλλίστιον· χεὶρ ἣν ἀνέθη[κε] | |
| Νικοστράτη· τυπία δύο <ἃ> ἀνέθηκε Εὐκλῆς. | |
| 79a | vacat 0.025 |
| rationes redditae: | |
| 80 | ἀργυρίου δραχμὰς v Δ𐅃𐅂𐅂𐅂· v τύπων ὁλκὴ ΗΔ𐅃𐅂· |
| φιάλη ὁλκὴ Η· v κεφάλαιον v ΗΗΔΔΔ𐅂𐅂𐅂𐅂· v ἀπὸ τού- | |
| του ἀρεστήριον κατὰ τὸ ψήφισμα v Δ𐅃· v καὶ συ[ν]- | |
| χωνευθέντων τῶν τυπίων καὶ τῆς φιάλης | |
| ἀπουσία v Δ𐅂𐅂· v καὶ εἰς ἀναγραφὴν τῆς στήλης | |
| 85 | 𐅃𐅂𐅂𐅂ΙΙΙ· v ἔργαστρα τῆς οἰνοχόης v Δ𐅂𐅂· v ἡ οἰνοχό- |
| η ἄγει Η𐅄ΔΔΔ𐅂𐅂𐅂ΙΙΙ v κεφάλαιον v ΗΗΔΔΔ𐅂𐅂 v λοι- | |
| πὸν 𐅂𐅂· v τοῦτο κατασκευασάμενοι ἀναθήσο- | |
| μεν τύπον. |
IG II²
839