[ ] Syria, S./Arabia-Hauran — iṣ-Ṣanamẽn — 45 AD
1 ἔτους πέ<μ>πτου {⁴ΠΕΝΙΠΤΟΥ}⁴ τῆς <ἡγεμονίας> Αὐτοκρά̣το-
ρος Τιβερίου Κ<λ>αυδίου {⁴ΚΑΥΔΙΟΥ}⁴ Καίσαρος Σεβασ-
τοῦ Γερμανικοῦ Εὔνομος Ἕκτορος
καὶ Αἴας καὶ Νείκαιος ἀδελφοὶ ἦρξαν οἰκο-
5 δομῆσαι ἐν τῷ ἱερῷ τοῦτο τὸ μέρος
ἐκ τῶν ἰδίων τῷ Διῒ Κυρίῳ εὐσεβείας κ-
αὶ εὐχαριστείας ἕνεκα.
Search Help
Contact Us