[ ] Att. — non-stoich. — p. post 229 a.
[— — — — — — — — — — — — — — γενόμενος δὲ ταμίας]
1 στρατιω[τικῶν ․․․]λε — — — — — — — — — — — — —
ἐπιμέλειαν [κα]ὶ τὴν τῶν στρατι[ωτικῶν ἀρχὴν? διε]-
ξήγαγεν διὰ τοῦ ὑοῦ καὶ προανήλωσεν [κ]αὶ [αὐτὸς οὐ]-
κ ὀλίγα χρήματα, καὶ ἀγωνοθέτης ὑπακούσα[ς ἀνήλω]-
5 σεν ἑπτὰ τάλαντα, καὶ πάλιν τὸν ὑὸν δοὺς [εἰς ταύτην]
τὴν ἐπιμέλειαν καὶ καλῶς τὴν ἀγωνοθεσ[ίαν ἐκτελέσας]
προσανήλωσεν οὐκ ὀλίγα χρήματα, καὶ [τῆς χώρας κατὰ]
τοὺς πολέμους ἀργοῦ καὶ ἀσπόρου οὔ[σης αἴτιος ἐγέ]-
νετο τοῦ ἐξεργασθῆναι καὶ σπαρῆναι [χρήματα πορί]-
10 σας, καὶ τὴν ἐλευθερίαν ἀποκατέστησ[εν τῆι πόλει με]-
τὰ τοῦ ἀδελφοῦ Μικίωνος μετὰ τοὺς ἀπ[οδόντας τὸν Πει]-
ραιᾶ, καὶ τὰ εἰς τὸν στέφανον τοῖς στρα[τιώταις τοῖς]
ἀποκαταστήσ〚ασ〛ασιν {²⁶ἀποκαταστήσασιν}²⁶ μετὰ Διογένου[ς τὰ φρούρια χρήμα]-
τὰ ἐπόρισεν, καὶ τοὺς λιμένας ὠχύρωσ[ε καὶ τὰ τείχη τοῦ]
15 ἄστεως καὶ τοῦ Πειραιέως ἐπεσκεύ[ασε μετὰ Μικίωνος τοῦ]
ἀδελφοῦ, καὶ πόλεις Ἑλληνίδας κα[ὶ συμμάχους προσή]-
γάγετο, καὶ ὅσοι τῶι δήμωι χρήμα[τα ὤφειλον, παρὰ τούτων]
τὰ δίκαι’ ὅπως γένητ’ ἐφρόντισ[εν — — — — — — — πο]-
ρίσας χρήματα καὶ τὰς Ἀθ[ην? — — — — — — — —]
20 ησάμενος παρεσκεύα[σε — — — — — — — — — τῶι]
δήμωι χρήσιμα προεισ[ήνεγκε — — — — — — — — —]
εἰσήνεγκεν δὲ καὶ νό[μους συμφέροντας τῶι δήμωι· ἐποίη]-
σεν δὲ καὶ τὰς θέας [τοῖς θεοῖς ὡς καλλίστας καὶ ἐπίθετον]
ἀγῶνα εἰσηγήσατο ὁ[πλιτικὸν ὑπόμνημα τῆς ἐλευθερώσεως]·
25 [η]ὔξησεν δὲ καὶ τὸν δ[ῆμον θεῶν ἱερὰ κατασκευάσας καὶ τε]-
[μ]ένη καὶ στοὰν ἀνα[θεὶς ἐμ πᾶσιν ἀπόδειξιν ποιούμενος?]
[τ]ῆ̣ς πρὸς πάντας Ἀ[θηναίους φιλοτιμίας — — — — —]
․․6․․․τ․․․․#⁷ΛΓ — — — — — — — — — — — —
Search Help