[ ]
Syria, S./Arabia-Decapolis — Gerasa (Jerash) — 533 AD
1 | ☩ ἐ̣ψ̣[ηφώθη τὸ εὐ]κτήριον τοῦ ἁγίου Κοσμᾶ καὶ Δαμιανοῦ τῷ εϟφʹ ἔτει, Περιτίου, χρόνων ἑνδεκάτης ἰνδ(ικτιῶνος). |
[τ]ῶν ἀθλοφόρων νῦν τὴν καλὴν ξυνωρίδα | |
σ̣έβων προσεύχου. καὶ γάρ εἰσιν ἅγιοι, | |
τέχνην ἔχοντες τῶν παθῶν θελκτήριον. | |
5 | ἐντεῦθεν ἕκαστος πρ̣[ο]σφέρων ἀγάλλεται |
ταύτῃ καλύπτων τοῦ βίου τὰ πταίσματα. | |
τούτοις δὲ πᾶσι τὴν προθυμίαν νέμει | |
Παῦλος ὁ ποιμὴν ὡς σοφὸς κυβερνέτης, | |
ἴκοντος αὐτοῦ τοῖς σοφοῖς ἐπιτάγμασιν | |
10 | ἀνδρὸς ἀρίστου, οὗ μαθήσει τοὔνομα |
τοῦ Προδρόμου σώζοντα τὸ ἐπώνυμον. |