[ ] Syria, S./Arabia-Decapolis — Gerasa (Jerash) — 533 AD
1 ☩ ἐ̣ψ̣[ηφώθη τὸ εὐ]κτήριον τοῦ ἁγίου Κοσμᾶ καὶ Δαμιανοῦ τῷ εϟφʹ ἔτει, Περιτίου, χρόνων ἑνδεκάτης ἰνδ(ικτιῶνος).
[τ]ῶν ἀθλοφόρων νῦν τὴν καλὴν ξυνωρίδα
σ̣έβων προσεύχου. καὶ γάρ εἰσιν ἅγιοι,
τέχνην ἔχοντες τῶν παθῶν θελκτήριον.
5 ἐντεῦθεν ἕκαστος πρ̣[ο]σφέρων ἀγάλλεται
ταύτῃ καλύπτων τοῦ βίου τὰ πταίσματα.
τούτοις δὲ πᾶσι τὴν προθυμίαν νέμει
Παῦλος ὁ ποιμὴν ὡς σοφὸς κυβερνέτης,
ἴκοντος αὐτοῦ τοῖς σοφοῖς ἐπιτάγμασιν
10 ἀνδρὸς ἀρίστου, οὗ μαθήσει τοὔνομα
τοῦ Προδρόμου σώζοντα τὸ ἐπώνυμον.
Search Help
Contact Us