[ ]
Syria, S./Arabia-Decapolis — Gerasa (Jerash) — 533 AD
| 1 | ☩ ἐ̣ψ̣[ηφώθη τὸ εὐ]κτήριον τοῦ ἁγίου Κοσμᾶ καὶ Δαμιανοῦ τῷ εϟφʹ ἔτει, Περιτίου, χρόνων ἑνδεκάτης ἰνδ(ικτιῶνος). |
| [τ]ῶν ἀθλοφόρων νῦν τὴν καλὴν ξυνωρίδα | |
| σ̣έβων προσεύχου. καὶ γάρ εἰσιν ἅγιοι, | |
| τέχνην ἔχοντες τῶν παθῶν θελκτήριον. | |
| 5 | ἐντεῦθεν ἕκαστος πρ̣[ο]σφέρων ἀγάλλεται |
| ταύτῃ καλύπτων τοῦ βίου τὰ πταίσματα. | |
| τούτοις δὲ πᾶσι τὴν προθυμίαν νέμει | |
| Παῦλος ὁ ποιμὴν ὡς σοφὸς κυβερνέτης, | |
| ἴκοντος αὐτοῦ τοῖς σοφοῖς ἐπιτάγμασιν | |
| 10 | ἀνδρὸς ἀρίστου, οὗ μαθήσει τοὔνομα |
| τοῦ Προδρόμου σώζοντα τὸ ἐπώνυμον. |