[ ]
Syria, S./Arabia-Decapolis — Gerasa (Jerash) — 531 AD
1 | [☩ ὅσ]οι βλέπουσι τοῦ τόπου τὸ κόσμιον / καὶ τῆς στέγης τὸ σεμνὸν ἢ τῆς ψηφίδος, / Παύλου δικαίως τοῦ σοφοῦ τοῦ ποιμένος / ❦ |
α̣ἰ̣νοῦσι ἀτεχνῶς τὴν ἄγαν προθυμίαν / καὶ τοῦ κτίσαντος τὴν χορηγίαν θαμά. / Θεόδωρος οὗτος οἴκοθεν χρυσὸν̣ | |
διδούς, / ὃν Θωμᾶς ἐξέθρεψεν οἷα πατὴρ γεγώς, / ψυχῇ προθύμῳ προσφορὰν τῷ Προδρόμῳ / (οὗ τὴν ὁμώνυμον προσηγορίαν | |
ἐπέλαχεν), / ὁ πᾶσαν ἐνθεὶς τῷ τόπῳ τὴν καλλονήν. / ὁ Κύριος οὖν, τῶν ὅλων ὁ δεσπότης, / προσδέξεται πάντων τὴν καλὴν | |
5 | προαίρεσιν. / ἐψηφώθη κ(αὶ) ἐστεγάσθη σὺν θεῷ τὸ πᾶν ἔργον τοῦ ἁγίου εὐκτηρίου τῷ δϟφʹ ἔτει, μηνὸς Ἀπελλαίου, χρ(όνων) δεκάτης ἰνδικτ(ιῶνος). |