[ ] Syria, S./Arabia-Decapolis — Gerasa (Jerash) — 496 AD — CIG 8654 — Rev.Bibl. 4.1895.389,31 + PEFQS 1928.192,1 — Kaibel 1063 (part)
1 ☩ ἄχραντο[ς] δόμος εἰμὶ ἀεθλοφόρου Θεοδώρου, / μάρτυρος ἀθανάτου, θεοειδέος οὗ κλέος ἔπτη / ἐν χθονὶ κ(αὶ) πόντῳ
καὶ τέρμασιν Ὠκεανοῖο. / σῶμα γὰρ ἐν γαίῃ, ψυχὴ δ’ εἰς οὐρανὸν εὐρύν, / ἀγγελικῆς μετὰ πότμον ἀεὶ μετέχουσα χορείης. / ἕρκος
ἀλεξίκακ[ο]ν τελέθει κἀγήραον ἕρμα / ἄστει καὶ ναέτῃσι καὶ ἐσσομένοισι πολίταις. / ☩ χάριτι τοῦ θ(εο)ῦ ἐθεμελιώθη
τὸ ἅγιο[ν μα]ρτύριον μη(νὶ) Δίῳ τῆς v γʹ ἰνδ(ικτιῶνος) κ(αὶ) ἀνῆλθεν τὰ ὑπέ[ρ]θυρα ἐν μη(νὶ) Δίῳ τῆς εʹ [ἰν]δ(ικτιῶνος) τοῦ θνφʹ ἔτ(ους).
Search Help