[ ]
Syria, S./Arabia-Decapolis — Gerasa (Jerash) — 5th-6th c. AD — CIG 8655 — Rev.Bibl. 4.1895.387,30
1 | θ̣άμβος ὁμοῦ καὶ θαῦμα παρερχομένοισιν ἐτύχθην· / πᾶν γὰρ ἀκοσμίης λέλυτα̣ι̣ ν̣έφος, ἀντι δὲ λήμης / τῆς προτέρης πάντη με θεοῦ χάρις ἀμφιβέβηκεν. / καί ποτε τετραπόδων |
ὁ̣πόσα μογέοντα δαμείη / ἐνθάδε ῥιπτομένων ὀδμὴ διεγείρ{ειρ}ετο {²⁶διεγείρετο}²⁶ λυγρή. / ☩ πολλάκι καὶ παριών τις ἑῆς ἐδράξατο ῥινὸς / καὶ πνοιῆς πό[θ]ον εἶρξε | |
κ̣ακοσμίην ἀλεείνων. / νῦν δὲ δι’ ἀμβροσίοιο πέδου περόωντες ὁδεῖται / δεξιτέρην παλάμην σφετέρῳ προσάγουσι μετώπῳ, / σταυροῦ τιμήεντο[ς ἐπὶ σφρ]ηγῖδα τελοῦντες. / | |
ε̣ἰ δ’ ἐθέλεις κ(αὶ) τοῦτο δαήμεναι, ὄφρ’ ἐὺ εἰδῇς, / Αἰνείας τόδε κάλλος ἐμοὶ πόρεν ἀξιέραστον / πάνσοφος εὐσεβίῃ μεμελημένος ἱεροφάντης. ☩ |