[ ]
Syria, S./Arabia-Decapolis — Gerasa (Jerash) — 150-200 AD — MNDPV 1900.41,15 / 1901.74,81 — IGRR 3.1373; GVI 724
1a | χαίρετε. {²vac.}² κλημοφόρου στ̣ρα̣τ̣ι̣ῇ̣σ̣[ι]ν̣ ἀέ̣θλια μάκ- |
ρα τελέσσας | |
2 | ἐνθάδε Γερμανὸς σῶμα λυθεὶς ἐτέθην, |
ἕπτα καὶ ἑβδομήκοντα μεταλλάξας ἐνιαυτῶν, | |
ἡγεμόνων ὑπάτων χρησάμενος φιλίαις. | |
5 | οὐδένι δ’ ἐξέσται ἄλλῳ τινὶ τῇδε τεθῆναι |
ἢ μόνῃ Ἡδίστῃ συ[μβ]ίῳ ἁγνοτάτῃ. {²vac.}² χαίρετε. |