[ ]
Syria, S./Arabia-Decapolis — Gerasa (Jerash) — 105-114 AD — JRS 18.1928.153,14 — SEG 7.825
1 | {²on upper bed molding:}² [Τ]ί̣τ̣ο̣ν̣ Φλάουιον Φλαουίου Φλάκου υ̣ἱ̣ὸν Κυρί[νᾳ Γερρηνὸν — — τὸ]ν αἱ[ρέσε]ι |
τῆς πόλεως πρώτως ἀγωνοθέτην γενόμενον ἀγῶν̣[ος ․․․․] ἐ̣[νια]υ̣σίου. | |
{²on lower bed molding:}² ψήφι̣ζμ̣α̣ {²⁶ψήφισμα}²⁶ τ̣ῆς ἱερᾶς συνόδου τῶν̣ [ἀπὸ τ]ῆ̣[ς οἰκο]υ̣μέν̣[ης] περὶ τὸν Διόνυσον καὶ τὸν κύριον ἡμῶν Αὐτοκράτορα] | |
Νέρουαν Τραιανὸν Καίσαρα Σεβαστὸν Γερμ̣ανικὸν Δακικ[ὸν τεχνειτῶν ἱερονεικῶν στεφανειτῶν] | |
5 | καὶ τῶν τούτων συναγωνιστῶν. v ἐπεὶ Τίτον Φλάουιον Γερρηνὸν ἄ̣[νδρα ․․․․․․․․․․] ἀ̣ξ̣ι̣ό̣λογον φιλοκαίσαρα |
{²on die:}² καὶ φιλόπατριν, ἐγνωσμένον πᾶσιν ἡγεμόσιν καὶ ἐπιτρόποις ἐκ τῆς ἑαυτοῦ πρὸς πάντας φιλοτείμου καὶ μεγα- | |
λόφρονος συναναστροφῆς, ἐχειροτόνησεν ἀγωνοθέτην ἡ πόλις Ἀντιοχέων τῶν πρὸς τῷ Χρυσορόᾳ | |
οὗ αὐτὴ ἐψηφίσατο ἄγειν ἀγῶνος πρώτου ἐνιαυσίου ὑπὲρ σωτηρίας τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Νέρουα | |
Τραιανοῦ Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ, ἄξιον κρείνασα τῆς πορ̣φ̣ύ̣ρ̣α̣ς τὸν ἄνδρα διὰ τὴν περὶ | |
10 | αὐτὸν ἀρετήν· ὁ δὲ διὰ τὴν ὑπερβάλλουσαν αὐτοῦ πρός τε τὸν οἶκον τῶν Σεβαστῶν εὐ[σέβε]ι̣αν καὶ διὰ τ̣ὴν πρὸς τὴν πατρίδα |
φιλόστοργον εὔνοιαν ἀναδεξάμενος τὰ στέμματα μετὰ πάσης προθυμίας οὐ μόνο̣ν̣ [τὰς] π̣[ρ]ογονικὰς φιλοτειμίας ὑπερ- | |
έβαλεν ταῖς πρὸς τὴν πόλιν αὐτοῦ λειτουργίαις καὶ τῇ πρὸς τὴν σύνοδον καθ’ ἕνα κ̣α̣ὶ̣ κ̣ο̣ι̣ν̣[ῇ] φιλοτ̣ειμίᾳ ἀλλὰ καὶ πολλῶν | |
ἀγωνοθετῶν τῶν σφόδρα εἰς ἡμᾶς φιλοτειμότατα ἀναστραφέντων ἐμειμήσατο τὴν προθυ[μί]αν· ἠγωνοθέτησε γὰρ ἐμπειρό- | |
τερον τῶν πολλάκι προστάντων ἀγωνοθεσίας, ὡς δοκεῖν ἡμᾶς μὴ νῦν πρῶτον αὐτὸν ἀγω̣ν̣ο̣θ̣[ετ]ε̣ῖν ἀλλ’ ἐκ πολλῶν χρόνων ἐντρα- | |
15 | φέντα τῇ πορφύρᾳ εἰδημόνως τὰ προσήκοντα τοῖς ἀγῶσιν ἐπιτελεῖν· μετὰ γὰρ τῆς ἐν τοῖς θέμασιν αὐτοῦ ἁγνείας πολλάκι μὲν |
τὴν σύνοδον κατὰ κοινὸν βασιλικαῖς ἑστιάσεσ̣ιν ὑπεδέξατο, διηνεκῶς δὲ τὸν καθ’ ἕνα τῶν τε ἡττηθέντων καὶ στεφθέντων | |
οὐ διέλιπεν ἑστιῶν καὶ διὰ παντὸς τοῦ ἀγῶνος γυμνα̣σιαρχῶν· ἔδοξεν ἀνασ̣τ̣ῆ̣σαι αὐτοῦ ἀνδριάντα ἐν ᾧ πρῶτος ἠγωνοθέτησε | |
θεάτρῳ ἐπιγραφὴν ἔχοντα τὴν ἐξ ἔθους τῆς συνόδου, ἐφ’ ᾧ οἵ τε ἀγων[ιζ]όμενοι πάντες καὶ̣ ο̣ἱ κατὰ καιρὸν θεατρίζοντες | |
εἰσφέρωσιν ἐπάνανκες στεφάνους τῷ ἀνδριάντι· ὃς δ’ ἂν μὴ εἰσενένκῃ ἀπ̣οτεινέτ̣ω ζημίας ἐν ἀγῶνι μὲν | |
20 | τῇ συνόδῳ δηνάρια εἴκοσι πέντε, ἐν θεωρίᾳ δὲ τῇ πόλει ὁμοίως. ἔδοξε κατὰ πόλιν αὐτὸν ἀνανγέλλεσθαι. |