[ ] Syria, S./Arabia-Decapolis — Gerasa (Jerash) — 69/70 AD — Rev.Bibl. 8.1899.11,8 — MNDPV 1899.42,7 — IGRR 3.1355
1 ἀγαθῇ τύχηι. (ἔτους) βλρʹ. {²vac.}² ὑπὲρ τῆς τῶν Σεβαστῶν σωτηρίας
καὶ τῆς τοῦ δήμου ὁμονοίας ἀργυρίου Τυρίου δραχμὰς ἑπτακισ-
χιλίας ἑκατὸν ἔδωκεν Θέων Δημητρίου εἰς τὴν οἵκοδομὴν ναοῦ
Διὸς Ὀλυμπίου οὗ ἐστιν ἱκέτης ὑπέρ τε ἑαυτοῦ καὶ τῶν τοῦ․․
5 Διὸς ἱεροδούλων, αὐτοῦ δὲ τοῦ Θέωνος τέκνων, Σκύμνου καὶ
Ἀρτεμιδώρου καὶ Ἀρτεμισίας, προδεδωκὼς εἰς τὴν τοῦ προπ̣ύλο̣[υ]
οἰκοδομὴν ἄλλας δραχμὰς χιλίας πεντακοσίας.
Search Help
Contact Us