[ ]
Syria, S./Arabia-Decapolis — Gerasa (Jerash) — 69/70 AD — Rev.Bibl. 8.1899.11,8 — MNDPV 1899.42,7 — IGRR 3.1355
1 | ἀγαθῇ τύχηι. (ἔτους) βλρʹ. {²vac.}² ὑπὲρ τῆς τῶν Σεβαστῶν σωτηρίας |
καὶ τῆς τοῦ δήμου ὁμονοίας ἀργυρίου Τυρίου δραχμὰς ἑπτακισ- | |
χιλίας ἑκατὸν ἔδωκεν Θέων Δημητρίου εἰς τὴν οἵκοδομὴν ναοῦ | |
Διὸς Ὀλυμπίου οὗ ἐστιν ἱκέτης ὑπέρ τε ἑαυτοῦ καὶ τῶν τοῦ․․ | |
5 | Διὸς ἱεροδούλων, αὐτοῦ δὲ τοῦ Θέωνος τέκνων, Σκύμνου καὶ |
Ἀρτεμιδώρου καὶ Ἀρτεμισίας, προδεδωκὼς εἰς τὴν τοῦ προπ̣ύλο̣[υ] | |
οἰκοδομὴν ἄλλας δραχμὰς χιλίας πεντακοσίας. |