[ ] Syria, Ctr. — Palmyra (Tadmor) — 241 AD — Syria 19.1938.155
1 τὸ ἀνατολικὸν πλευρὸν σὺν τῇ ἐν αὐτῷ ὀρύγῇ ψιλῆς ἐξέδρας τῆ<ς τῶν> εἰσιόντων τὸ τοῦ σπηλαίου θύρωμα εὐθὺς ἐν εὐωνύμοις μέχρι τῆς ἐφεσθηκυίης ἐν κόνχῃ νείκης παρινῆς τῆς κατὰ μέσον [τῆς] ἄντικρυς ἐξέδρας σὺν ταῖς ἐπάνω [αὐ]τῆς ἐν γεισώματι νεκροθήκαις τρε[ῖσι] καὶ τὰς ἐν τῷ αὐτῷ πλευρῷ νεκροθήκας σὺν παντὶ κόσμῳ καὶ δικαίοις ἐξεχώρησαν Ἰούλιοι Αὐρήλιοι Αἱράνης καὶ Μαλώχας οἱ Γερμάνου Ἰουλίῳ Αὐρηλίῳ Θεοφίλῳ Θαιμάρσου τοῦ Ζεβείδου αὐτῷ τε καὶ υἱοῖς καὶ υἱωνοῖς καὶ ἐγγόνοις εἰς τὸ παντελὲς χ ἔτους βνφʹ Λῴου.
{²Texte palmyrénien.}²
Search Help
Contact Us