[ ]
Syria, Ctr. — Palmyra (Tadmor) — 144 AD — Drijvers, Studia Aramaica = J.Sem.Stud., Suppl. 4 (1995) 31-42
1 | [τὰς ἀνδριάντας τέσσαρας χαλκιὰς, ἕνα] τοῦτον τὸν ἐν |
[ἱερῷ Ἀθην]ᾶς, ἕνα δὲ τὸν ἐν ἱερῷ ἄλσει, ἕνα δὲ τὸν | |
[ἐν ἱερῷ Ἄρεο]ς καὶ ἕνα τὸν ἐν ἱερῷ Ἀταργάτειος | |
[τοὺς] ἐγηγερμένους παρὰ τοῖς πρώτοις | |
5 | τέσσαρσι ἀνδριᾶσι τοῖς ἀνεγερθεῖσι |
ὑπὸ τῆς πρώτης συνοδίας Σοαδῳ Βωλιαδους | |
τοῦ Σοαδου τοῦ Θαιμισαμσου εὐσεβεῖ καὶ φιλο- | |
πατρίδι τῷ διὰ τὴν αὐτοῦ εὔνοιαν καὶ μεγαλο- | |
φροσύνην τὴν πρὸς τοὺς πολείτας παντὶ | |
10 | τρόπῳ κεκοσμημένῳ ἀρεταῖς καὶ μεγίσ- |
ταις τειμαῖς ἀνέστησεν ἡ ἀπὸ Ὀλογασίας ἀνα- | |
βᾶσα συνοδία πάντων Παλμυρηνῶν ἐπεὶ | |
προώρμησεν ἐπισήμως παραλαβὼν μ[ε]- | |
θ’ ἑαυτοῦ πολλὴν δύναμιν καὶ ἀνέστ[η] | |
15 | [Αβ]δαλλθῳ Εειθηνῳ καὶ τοῖς ὑπ’ αὐτοῦ συναχθεῖσι ἀπὸ π[(․․․․․․․)] |
[δ(․․․․․․․․․․․․)ι]ροῖς τοῖς ἐπὶ χρόνον ἐνεδρεύσασι ἀδικῆσαι τὴν σ[υνοδίαν] | |
[(․․․․․․․․․․)] προδιέσωσεν αὐτοὺς. διὰ τοῦτο ἀνήγειραν αὐτῷ | |
[τοὺς ἀνδριάντας ( ) ] τειμῆς χάριν συνοδιαρχούντων Μαλη Συμωνου | |
[(․․․․․․․․․․․․) καὶ Ε]ννιβηλου Συμωνου τοῦ Βαζεκη | |
20 | ἔτους ενυʹ μη[νὸς] Δαισίου. |
{²Texte palmyrénien.}² |