[ ] Syria, Ctr. — Palmyra (Tadmor) — 140-161 AD — CRAI 1930.183 — AnnÉp (1931) 54
A.1 ἔτο[υς ․․․ʹ]
ἡ βουλὴ [κ]αὶ ὁ δῆμος <Σοαδ>ον Βωλιαδους
τοῦ Σ[ο]αδου τοῦ Θαιμισαμσου, εὐσεβῆ καὶ
φιλόπατριν καὶ ἐν πολλοῖς καὶ μεγάλοις καιροῖς
5 γν[η]σίως καὶ φιλοτείμως παραστάντα τοῖς
ἐμ[πόρ]οις καὶ ταῖς συνοδίαις καὶ τοῖς ἐν Ὀλογασιάδι
πολείτας, καὶ ἐπὶ τούτοις [ἐπισ]τολ[ᾷ] θεοῦ
[Ἁ]δριανοῦ καὶ τοῦ θειοτάτου Α[ὐ]τοκράτορος
Ἀντωνεινοῦ υἱοῦ αὐτοῦ μαρθυρεθέντα,
10 ὁμοίως καὶ διατάγματι Ποβλικίου Μαρκέλλου
καὶ ἐπιστολᾷ αὐτοῦ καὶ τῶν ἔξης ὑπατικῶν,
καὶ ψηφίσματι καὶ ἀνδριᾶσι τειμηθέντα ὑπὸ
βουλῆς καὶ δήμου καὶ τῶν κατὰ καιρὸν συν-
οδιῶν καὶ τῶν καθ’ ἕνα πολειτῶν, καὶ νῦν τοῦτον
15 μόνον τῶν πώποτε πολειτῶν ὑπὸ τῆς
πατρίδος διὰ τὰς συνεχεῖς καὶ ἐπ’ ἀλ[λ]ήλους
εὐποίας τεσσάρων ἀνδριάντων ἐν τῷ
τετραδείῳ τῆς πόλεος ἐπὶ κειόνων δημοσίοις
ἀναλώμασι κατηξιωμένον καὶ ἄλλων
20 ἀνδριάντων τριῶν ἔν τε Σπασίνου Χάρακι
[κα]ὶ ἐν Ὀλ[ο]γασιά[δι] καὶ ἐ[ν] Γεννάη καταλύματι συν-
{συν}οδιῶν {²⁶συνοδιῶν}²⁶ ὑπὸ β[ουλ]ῆς καὶ δήμου, καὶ κτίσαντα
[ἐ]ν Ὀλογα[σιάδι ναὸν τῶν Σε]βαστῶν κ[αὶ] κ[α]θι-
[ερώ]σαν[τα — — —]
25
B.1 [καὶ  ( )  πίστε]ω[ς  ( )  κ]αὶ μεγαλοφ[ρ]οσύνης ἕ[νεκα] ( )
πά[νυ  ( )  πᾶσα]ν ἐνχειρισθέντα δυναστείαν
[— — —]στωτο[— — —]ειρω
[— — —]ς στασι[— — —]
5 — — —
{²Texte palmyrénien.}²
Search Help
Contact Us