[ ] Syria, Ctr. — Palmyra (Tadmor) — 242-243 AD — CIG 4483; LBW 2598 — Cantineau, Inventaire III, 22 — IGRR 3.1033; OGIS 640
1 ἡ βουλὴ καὶ ὁ δῆμος
Ἰούλιον Αὐρήλιον Ζηνόβιον
τὸν καὶ Ζαβδιλαν δὶς Μαλ-
χου τοῦ Νασσούμου στρατη-
5 γήσαντα ἐν ἐπιδημίᾳ θεοῦ
Ἀλεξάνδρου καὶ ὑπηρετή-
σαντα παρουσίᾳ διηνεκεῖ
Ῥουτιλλίου Κρισπείνου τοῦ
ἡγησαμένου καὶ ταῖς ἐπιδη-
10 μησάσαις οὐηξιλλατίοσιν ἀ-
γορανομήσαντά τε καὶ οὐκ ὀλί-
γων ἀφειδήσαντα χρημάτων
καὶ καλῶς πολειτευσάμενον
ὡς διὰ ταῦτα μαρτυρηθῆναι
15 ὑπὸ θεοῦ Ἰαριβώλου καὶ ὑπὸ Ἰου-
λίου [Πρεῖσκου] τοῦ ἐξοχωτά-
του ἐπάρχου τοῦ ἱεροῦ πραιτω-
ρίου καὶ τῆς πατρίδος τὸν φιλό-
πατριν τειμῆς χάριν ἔτους δνφʹ.
20 {²Texte palmyrénien.}²
Search Help
Contact Us