[ ]
Syria, Ctr. — Palmyra (Tadmor) — 242-243 AD — CIG 4483; LBW 2598 — Cantineau, Inventaire III, 22 — IGRR 3.1033; OGIS 640
1 | ἡ βουλὴ καὶ ὁ δῆμος |
Ἰούλιον Αὐρήλιον Ζηνόβιον | |
τὸν καὶ Ζαβδιλαν δὶς Μαλ- | |
χου τοῦ Νασσούμου στρατη- | |
5 | γήσαντα ἐν ἐπιδημίᾳ θεοῦ |
Ἀλεξάνδρου καὶ ὑπηρετή- | |
σαντα παρουσίᾳ διηνεκεῖ | |
Ῥουτιλλίου Κρισπείνου τοῦ | |
ἡγησαμένου καὶ ταῖς ἐπιδη- | |
10 | μησάσαις οὐηξιλλατίοσιν ἀ- |
γορανομήσαντά τε καὶ οὐκ ὀλί- | |
γων ἀφειδήσαντα χρημάτων | |
καὶ καλῶς πολειτευσάμενον | |
ὡς διὰ ταῦτα μαρτυρηθῆναι | |
15 | ὑπὸ θεοῦ Ἰαριβώλου καὶ ὑπὸ Ἰου- |
λίου [Πρεῖσκου] τοῦ ἐξοχωτά- | |
του ἐπάρχου τοῦ ἱεροῦ πραιτω- | |
ρίου καὶ τῆς πατρίδος τὸν φιλό- | |
πατριν τειμῆς χάριν ἔτους δνφʹ. | |
20 | {²Texte palmyrénien.}² |