[ ]
Syria, Ctr. — Palmyra (Tadmor) — 242-243 AD — CIG 4483; LBW 2598 — Cantineau, Inventaire III, 22 — IGRR 3.1033; OGIS 640
| 1 | ἡ βουλὴ καὶ ὁ δῆμος |
| Ἰούλιον Αὐρήλιον Ζηνόβιον | |
| τὸν καὶ Ζαβδιλαν δὶς Μαλ- | |
| χου τοῦ Νασσούμου στρατη- | |
| 5 | γήσαντα ἐν ἐπιδημίᾳ θεοῦ |
| Ἀλεξάνδρου καὶ ὑπηρετή- | |
| σαντα παρουσίᾳ διηνεκεῖ | |
| Ῥουτιλλίου Κρισπείνου τοῦ | |
| ἡγησαμένου καὶ ταῖς ἐπιδη- | |
| 10 | μησάσαις οὐηξιλλατίοσιν ἀ- |
| γορανομήσαντά τε καὶ οὐκ ὀλί- | |
| γων ἀφειδήσαντα χρημάτων | |
| καὶ καλῶς πολειτευσάμενον | |
| ὡς διὰ ταῦτα μαρτυρηθῆναι | |
| 15 | ὑπὸ θεοῦ Ἰαριβώλου καὶ ὑπὸ Ἰου- |
| λίου [Πρεῖσκου] τοῦ ἐξοχωτά- | |
| του ἐπάρχου τοῦ ἱεροῦ πραιτω- | |
| ρίου καὶ τῆς πατρίδος τὸν φιλό- | |
| πατριν τειμῆς χάριν ἔτους δνφʹ. | |
| 20 | {²Texte palmyrénien.}² |