[ ] Syria, Ctr. — Palmyra (Tadmor) — 198 AD — Syria 13.1932.278
1 [προστάγματι βουλῆς καὶ δήμου]
[Αἴλιον Βωραν Τίτου Αἰλίου Ὀγειλιου]
[τὸν στρατηγὸν τὸν ἐπὶ τῆς]
[εἰρήνης κα]τασταθ[έντα ὑπό τε]
5 Μανειλίου Φούσκου καὶ Οὐενιδίου
Ῥούφου ὑπατικῶν καὶ ὑπὸ τῆς πα-
τρίδος καὶ πολλὴν σπουδὴν καὶ ἀνδρεί-
αν ἐνδειξάμενον καὶ στρατηγήσαντα
πλειστάκις καὶ τὴν αὐτὴν [ἀνδρείαν]
10 καὶ ἀρετὴν σώσαντα καὶ ἐπ’ οὕτοις μαρ-
τυρηθέντα ὑπό τε Ἰαριβώλου τοῦ πατ-
ρίου θεοῦ καὶ τῶν ἡγησαμένων καὶ ὑπὸ
τῆς πατρίδος ψηφίσμασι, ἐφ’ οἵς ἀμειβομέ-
νη αὐτὸν ἡ πατρὶς τὰς πρέπουσας αὐτῷ
15 τειμὰς ἐψηφίσατο ἔφιππον ἀνδριάντα καὶ
αἱ τέσσαρες φυλαὶ ἐν ἰδίοις ἱ[εροῖς ἐξ ἰ]δίων
ἀνδριάντας τέσσαρες, ὧν τοῦτον Χωνει-
[τῶν φυλὴ, ἀρετῆς] καὶ ἀνδρείας ἕνεκεν. ἔτ-
ους θφʹ Περειτίου κεʹ.
20 {²Texte palmyrénien.}²
Search Help
Contact Us