[ ]
Syria, Ctr. — Palmyra (Tadmor) — 198 AD — Syria 13.1932.278
1 | [προστάγματι βουλῆς καὶ δήμου] |
[Αἴλιον Βωραν Τίτου Αἰλίου Ὀγειλιου] | |
[τὸν στρατηγὸν τὸν ἐπὶ τῆς] | |
[εἰρήνης κα]τασταθ[έντα ὑπό τε] | |
5 | Μανειλίου Φούσκου καὶ Οὐενιδίου |
Ῥούφου ὑπατικῶν καὶ ὑπὸ τῆς πα- | |
τρίδος καὶ πολλὴν σπουδὴν καὶ ἀνδρεί- | |
αν ἐνδειξάμενον καὶ στρατηγήσαντα | |
πλειστάκις καὶ τὴν αὐτὴν [ἀνδρείαν] | |
10 | καὶ ἀρετὴν σώσαντα καὶ ἐπ’ οὕτοις μαρ- |
τυρηθέντα ὑπό τε Ἰαριβώλου τοῦ πατ- | |
ρίου θεοῦ καὶ τῶν ἡγησαμένων καὶ ὑπὸ | |
τῆς πατρίδος ψηφίσμασι, ἐφ’ οἵς ἀμειβομέ- | |
νη αὐτὸν ἡ πατρὶς τὰς πρέπουσας αὐτῷ | |
15 | τειμὰς ἐψηφίσατο ἔφιππον ἀνδριάντα καὶ |
αἱ τέσσαρες φυλαὶ ἐν ἰδίοις ἱ[εροῖς ἐξ ἰ]δίων | |
ἀνδριάντας τέσσαρες, ὧν τοῦτον Χωνει- | |
[τῶν φυλὴ, ἀρετῆς] καὶ ἀνδρείας ἕνεκεν. ἔτ- | |
ους θφʹ Περειτίου κεʹ. | |
20 | {²Texte palmyrénien.}² |