Inscription concerning the Arabic invasions of the seventh century. Two limestone plaques and a fragment of a third (a copy of the text on the first two plaques).
[ ] Kypros — Soloi — after 654/655 AD — Soloi. Dix campagnes I (1985) 115-125 — Feissel, BE (1987) 532 (restor.)
plaque 1.1 ☩ πολλὴ τοῦ φιλανθρώπου θ(εο) ἡ χρηστότ(ης)
κ(αὶ) ἄφατος ἡ ἀνεξικακία, ἀνεξιχνίαστα δὲ κ(αὶ)
τὰ κρίματα· μακροθυμεῖ μὲν γὰρ ἕως κ(αὶ) βούλετ(αι)
ὡς ἀγαθός, παιδεύει δὲ πάλιν ὡς φιλόστοργ(ος)
5 πατὴρ μετ’ ἐλέους πρὸς ἐπιστροφὴν ἄγων
κ(αὶ) διόρθωσιν· οὔτε γὰρ ἡ κρίσις ἀνέλεος
οὔτε ὁ ἔλεος ἄκριτος· ἐν χρόνοις τοίνυν
ἰνδ(ικτίωνος) ζ τοῦ τξε Διοκλητιανοῦ ἔτους γέγονεν
ἡ ἐξ ἡμετέρων ἁμαρτιῶν κατὰ τῆς νήσου
10 ἐπέλευσις κ(αὶ) ἀναιροῦνται μὲν πολλοί,
ἀπάγονται δὲ αἰχμάλωτοι χιλιάδες ὡσεὶ
ἑκατὸν κ(αὶ) εἴκοσι· πάλιν δὲ τῷ ἐπελθόντι χρό-
νῳ ἑτέραν ὑπέμεινεν ἐλεεινοτέραν ἡ νῆσος
[ἔ]φοδον καθ’ ἣν πίπτουσι μὲν μαχαίρᾳ
15 [π]λείους ἢ τὸ πρότερον, ἤρθησαν δὲ
plaque 2.1 [(?)αἰχμάλωτοι χιλιά]δες ὡσεὶ πεντήκον-
[τα — — — — — — — —]λα κ(αὶ) πυριάλωτος
[— — — — — — — — —]η σὺν ὅλῳ τῷ ἐπισ-
[κοπείῳ(?) — — — — — —]ω τῶν ἁγίων
5 [— — — — — — — — — — —]τέροις εὐπρεπέσι
π[— — — — — — — — — —] κ(αὶ) οἴκο[ις] γεγένη(ται)
κ(αὶ) ἐν[— — —]δειν[— — — — ἑτ]έροις τό-
ποις τῆς νήσου ΟΕ[— — — — —]ως γέγονεν
[ἔμπρη]σμος ἄλλο [— — — —] ἡ τοῦ θ(εο)
10 [χρηστό]της σπλαγ[χνισθεῖσα] εὐδό-
[κησεν ταύ]την ἀν[ακτισθ]ῆναι(?) τὴν
[ἐκ]κλησίαν διήγει[ρεν δὲ εἰς (?) ζῆ]λον
κ(αὶ) προθυμίαν Ἰωά[ννην ․․․ τ]ὸν ὅ<σ>ιον
αὐτῆς πρ[ό]εδρον τὸν κ(αὶ) πολλῇ τῇ
15 σπουδῇ [— — — — — — —]οστη τοῦ
[— — — — — — —] τὰ πεσόντα αὐτ(ῆς)
οἰκοδομήματα ἀνηγέιρεν κ(αὶ) στε-
γάσας ἐκόσμησεν κ(αὶ) τὸ ἔργον ἐτελί-
ωσεν εἰς δόξαν τοῦ π(ατ)ρ(ὸ)ς κ(αὶ) τοῦ υἱοῦ
20 κ(αὶ) τοῦ ἁγίου πν(εύματο)ς, ἰνδ(ικτιῶνος) ιγ τοῦ τοα κατὰ
Διοκλητιανὸν ἔτους. ☩
frg. (copy) [— — — — — — — — — — — — — — — — — —]
6 [κ(αὶ) διόρθωσιν· οὔ]τε γὰρ ἡ κρίσις ἀ[νέλεος]
[οὔτε ὁ ἔλεος ἄκρι]τος ∶ ἐν χρόνοις τοί[νυν]
[ἰνδ(ικτίωνος) ζ τοῦ τξε Διοκλη]τιανοῦ ἔτους γέγον[εν]
[ἡ ἐξ ἡμετέρων ἁμαρτ]ιῶν κατὰ τῆ[ς νήσου]
10 [— — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us