[ ] Lakonike — Sparta — 2nd/1st c. BC
1 δογματογράφων Λυσινίκου τοῦ Σωτηρίδα, Νηκλέος
τοῦ Ἀριστοκράτεος, Πασικράτεος τοῦ Πασικλέος·
τὸ δοχθὲν ὑπὸ Ἀμυκλαιέων.
                               {²anaglyphum
4 ἐπεὶ κα[τ]ασταθέντες ἔφοροι εἰς τὸν ἐπὶ Νικέα ἐνιαυτὸν Πασιτέλης
5 Τετάρτου, Εὔθυμος Λυσικράτεος, Δαμιάδας Δαμιάδα ἀξίως
ἀνεστρέφησαν αὑτῶν τε καὶ τᾶς ἐνχ<ει>ρισθείσας αὐτοῖς πίσ-
τεως, ἐμ πᾶσιν ἀκερδῶς καὶ ἡμέρως τὸν ἐνιαυτὸν διεξα-
γαγόντες, δεδόχθαι τοῖς Ἀμυκλαιέοις· ἐπαινέσαι ἐφόρους
τοὺς περὶ Πασιτέλη ἐπὶ τῷ καλῶς τὰν ἀρχὰν διεξαγνηκέναι.
10 ποιούντω δὲ αὐτοῖς καὶ ἐπὶ τᾶι προστροπᾶι ἀ<ε>ὶ μερίδα, ἕως
ἂν ζῶσι, ὅπως ἀε̣[ὶ] ἁ ὠβὰ μναμονεύουσα̣ τῶν γεγο<νό>των φι-
[λ]ανθρώπων εἰς αὑτὰν ἀποδιδοῦσα φαίνηται τὰς καταξίους
τιμάς. ἐγδόμεν δὲ τοὺς κατασταθέντας στάλαν λιθίναν,
εἰς ἃν ἀναγραφήσεται τὸ δόγμα, καὶ στᾶσαι εἰς τ̣ὸ ἱερὸν τᾶς
15 Ἀλεξάνδρας. τὰν δὲ εἰς ταύταν δαπάναν δότω ἁ ὠβὰ καὶ λόγον
ἐνεγκόντω περὶ τᾶς γεγενημένας δαπάνας τοὺς ἐπὶ ταῦτα
κατασταθέντας. ἐπαινέσαι δὲ καὶ τὸν γραμματέα αὐτῶν
                Καλλικλῆ.
Search Help