[ ] Lakonike — Sparta — reign of Trajan
face A [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
1 [ἀ]γωνιζομένων καθεδοῦνται ἐν ᾧ ἂν οἱ ἐπιμελούμενοι τοῦ ἀγῶνος κελεύ<σ>ωσι τόπῳ,
[ὁ] δὲ μὴ πειθόμενος ἐκτείσει 𐆖 εʹ ∶ ἔσται δὲ ὁ γυμνικὸς ἀγὼν κατ’ ἐνιαυτὸν κατὰ τὴν ῥή-
τραν τῇ κζʹ· τοὺς δὲ νεικήσαντας ἀναγράψουσιν οἱ γραμματεῖς ἐν τῶι γυμνασίῳ καὶ εἰς τὸ
γραμματοφυλάκιον παραδώσουσιν· εἰ δ’ ἐπί τι ἄθλημα εἷς ἀπογράψαιτο ἢ ἐνκριθείη κρε[ι]-
5 νάσης τῆς συναρχίας οὐ πλέον λήμψεται τοῦ μέρους. ὁ δὲ γυμνασίαρχος κατὰ τὸν νό-
μον ἄλειψιν παρέξει τοῖς ἀπογραψαμένοις, ἀνδρὶ δοὺς ἑκάστης ἡμέρας κυάθους δʹ,
ἀγεν<ε>ίοις γʹ, παισὶ βʹ. καὶ ἐν τῷ στ[αδίῳ] θήσει τὸ ἔλαιον, ὃς ἕξει καὶ τὴν τοῦ ξυστάρ-
χου τειμὴν πληρῶν τὰ εἰθισμέν[α· κρειν]εῖ δὲ ὁ λαχὼν τῶν ἀρχόντων.
face B.1 Εὐάμερος Ἀρίωνος,  Ἐπιτυγχάνων Κλεωνύμου,  Σωκλείδας Κλεωνύμου,
Χαλεῖνος Ͻ,  Ὀνησιφόρος Χρυσέρωτος, Παρδαλᾶς Θεοκλέους, Μνασέας [Ͻ]
Ἀγαθοκλῆς Σωσιδάμου,  Νείκιππος, Κλέων Ͻ, Ἱεροκλῆς Ͻ, Τρύφερος Ἐπαφρ[ο]-
δείτου, Ἀριστονεικίδας Μουσαίου, Νυμφόδοτος Ξενοφῶντος,   Θόας Ͻ,
5 Μένανδρος Ͻ.  γραμματεὺς βουλᾶς·  Τ. Κλαύδιος Νεόλαος.
                   ἐφόρων·
Τ. ∙ Τρεβελληνὸς Ἀρεὺς Πολεμάρχου, Ἀριστοκράτης Ͻ, Κλέων Σωσικρά-
τους,  Ἀριστοκλῆς Λυσίππου,  Εὔκλητος Μελησίππου.
  νομοφυλάκων·
10 Εὔδαμος Σωκλείδα,   Τ. Κλαύδιος Ἀτείματος,  Τ. Κλαύδιος Δαμονείκης,
Πρατόνεικος Εὐδάμου.
Search Help
Contact Us