[ ] Lakonike — Sparta — after 188 BC
1 πόθοδον ποιησαμένου Δαμίωνος
τοῦ Θεοκρίτου Ἀμβρακιώτα περὶ
προξενίας καὶ ἐπελθόντος ἐπί
τε τὰς συναρχίας καὶ τὸν δᾶ%⁸¹-
5 μον καὶ ἀπολογισαμένου ἃ ἦν πεποι-
[η]κὼς εὔχρηστα καὶ κατὰ κοινὸν καὶ
κατ’ ἰδίαν τοῖς ἐντυγχάνουσιν τῶν πο-
λιτᾶν ἔδοξε τῶι δάμωι· πρόξενον
εἶμεν τᾶς πόλεος Δαμίωνα Θεοκρίτου
10 Ἀμβρακιώταν καὶ αὐτὸν καὶ ἐγγόνους
[κ]αὶ ὑπάρχειν ἀτέλειαν αὐτῶι τε καὶ ἐγ-
[γ]όνοις καὶ γᾶς καὶ οἰκίας ἔγκτησιν,
[ε]ἰ οἰκοῖεν ἐλ Λακεδαίμονι· ὁ δὲ ἐγδο-
[τ]ὴρ ἐγδότω στάλαν λιθίναν, εἰς ἃν
15 ἀναγραφεῖσα ἁ δεδομένα προξενία
ἀνατεθήσεται εἰς τὸ ἱερὸν τᾶς Ἀθάνας
κατὰ συνγραφὰν ἅν κα γράψει ὁ ἀρχιτέ-
κτων, τὸ δὲ ἀνάλωμα δόντω οἱ ταμίαι·
ἐπαινέσαι δὲ αὐτὸν καὶ ἐπὶ τᾶι ἐν-
20 δαμίαι καὶ ἀναστροφᾶι ἇι πεποίηται
ἐν τᾶι πόλει· καλεσάντω δὲ αὐτὸν
καὶ οἱ ἱεροθύται ἐπὶ ξένια ἐπὶ τὰν κοι-
νὰν ἑστίαν.   vacat
Search Help