[ ]
Lakonike — Sparta — after 188 BC
1 | πόθοδον ποιησαμένου Δαμίωνος |
τοῦ Θεοκρίτου Ἀμβρακιώτα περὶ | |
προξενίας καὶ ἐπελθόντος ἐπί | |
τε τὰς συναρχίας καὶ τὸν δᾶ%⁸¹- | |
5 | μον καὶ ἀπολογισαμένου ἃ ἦν πεποι- |
[η]κὼς εὔχρηστα καὶ κατὰ κοινὸν καὶ | |
κατ’ ἰδίαν τοῖς ἐντυγχάνουσιν τῶν πο- | |
λιτᾶν ἔδοξε τῶι δάμωι· πρόξενον | |
εἶμεν τᾶς πόλεος Δαμίωνα Θεοκρίτου | |
10 | Ἀμβρακιώταν καὶ αὐτὸν καὶ ἐγγόνους |
[κ]αὶ ὑπάρχειν ἀτέλειαν αὐτῶι τε καὶ ἐγ- | |
[γ]όνοις καὶ γᾶς καὶ οἰκίας ἔγκτησιν, | |
[ε]ἰ οἰκοῖεν ἐλ Λακεδαίμονι· ὁ δὲ ἐγδο- | |
[τ]ὴρ ἐγδότω στάλαν λιθίναν, εἰς ἃν | |
15 | ἀναγραφεῖσα ἁ δεδομένα προξενία |
ἀνατεθήσεται εἰς τὸ ἱερὸν τᾶς Ἀθάνας | |
κατὰ συνγραφὰν ἅν κα γράψει ὁ ἀρχιτέ- | |
κτων, τὸ δὲ ἀνάλωμα δόντω οἱ ταμίαι· | |
ἐπαινέσαι δὲ αὐτὸν καὶ ἐπὶ τᾶι ἐν- | |
20 | δαμίαι καὶ ἀναστροφᾶι ἇι πεποίηται |
ἐν τᾶι πόλει· καλεσάντω δὲ αὐτὸν | |
καὶ οἱ ἱεροθύται ἐπὶ ξένια ἐπὶ τὰν κοι- | |
νὰν ἑστίαν. vacat |