Cypriot oath of allegiance to the emperor Tiberius.  White marble slab.
[ ] Kypros — Palaipaphos (Kouklia) — Nikokleia — 14 AD — JRS 50 (1960) 75-79 — AnnÉp (1962) 248 — cf. SEG 23.635; 55.1534
See also:
1 [νὴ τ]ὴ̣ν ἡμετέραν Ἀκραίαν Ἀφροδίτην κα[ὶ]
 τὴ̣[ν ἡμ]ετέραν Κόρην v καὶ τὸν ἡμέτερον Ὑλά-
 τη[ν Ἀπόλλ]ω καὶ τὸν ἡμέτερον Κε[ρ]υν̣ή̣την
 Ἀ̣πόλλω v καὶ τοὺς ἡμετέρους σωτῆρας
5  Διοσκούρους v καὶ τὴν κοινὴν τῆς νή̣σ̣ου
 Βουλαίαν Ἑστίαν v καὶ θεοὺς θεάς τε τοὺ[ς]
 κοινοὺς τῆς νήσου πατρῴους vv καὶ τὸν
 ἔκγονον τῆς Ἀφροδίτης σεβαστὸν θεὸν
 Καίσαρα vv καὶ τὴν ἀέναον Ῥώμην v καὶ τοὺ[ς]
10  ἄλλους θεοὺς πάντας τε καὶ πάσας v αὐτο[ί]
 τε καὶ οἱ ἔκγονοι ἡμῶν ὑπακ̣ούσεσθαι
 πειθαρχήσειν v κατά τε γῆν καὶ κατὰ θάλαττ[αν]
 εὐνοήσειν v σεβάσ<ε>σθαι  vacat c. 12
Τιβέριον Καίσαρα Σεβαστοῦ ὑὸν Σεβασ-
15   τὸν σὺν τῶι ἅπαντι αὐτοῦ οἴκωι vv καὶ vv
  τὸν αὐτὸν ἐκείνοις φίλον τε καὶ ἐχθρὸν v
  ἕξειν v μετά τε τῶν ἄλλων θεῶν μ̣όνοις
  Ῥώμῃ καὶ Τιβερίωι Καίσαρι v Σεβ̣α̣σ̣τοῦ υἱῶι̣
  Σεβαστῶι vacat c. 12 ὑοῖ̣ς̣ τε τοῦ
20 αἵματος αὐτοῦ v καὶ οὐδενὶ ἄ̣λ̣λ̣ῳ τῶν
  πάντων v εἰσηγήσεσθαι v ψηφ̣ί̣σ̣[α]σ̣[θαι](?)
[— — — — — — — — — — — — — — — — — —]
Search Help