Dedication of a statue of the emperor Caracalla by the city of Paphos.
Statue base of blue marble.
[ ]
Kypros — Nea Paphos (Kato Pafos) — 211 AD — Aion (1916) 51 — KypChr 1 (1923) 243 — BCH 51 (1957) 139, 3
1 | τύχῃ ἀγαθῇ. |
Αὐτοκράτορα Καίσαρα Μ(ᾶρκον) Αὐρήλιον Ἀντωνεῖν[ον Εὐσεβ]ῆ Εὐτυχ[ῆ] | |
Σεβαστὸν Ἀραβικὸν Ἀδιαβηνικὸν Παρθικὸν Μ(έγιστον) Βρεταν[νικὸ]ν Σεβαστὴ | |
Κλ(αυδία) Φλ(αουία) Πάφος ἡ ἱερὰ μητρόπολις τῶν κατὰ Κύπρον πόλεων, παρόντων | |
5 | καὶ καθιερούντων τοῦ τε κρατίστου ἀνθυπάτου Ἰουλίου Φρόντωνος |
Τληπολέμου καὶ τοῦ ἀξιολογωτάτου λογιστοῦ Ἡλιανοῦ Πολυβιανοῦ, | |
δοθέντος ὑπὸ τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων | |
καὶ καταστήσαντος τὸν ἀνδριάντα ἀπὸ 𐆖 φʹ | |
ἀπὸ πόρων τῶν δογματισθέντων ὑπὸ τῶ[ν] | |
10 | ἀρχόντων τοῦ ἐνεστῶτος ιθʹ τοῦ καὶ ιδʹ |
καὶ κθʹ ἔτους. |