[ ] Phokis — Delphi — 125 AD — FD 3:4.302
col. I.1 Αὐτοκράτωρ Καῖσαρ, θεοῦ Τραιανοῦ Παρθ[ικοῦ υἱός, θεοῦ]
Νέρουα υἱωνός, Τραιανὸς Ἁδριανὸς [Σεβα]σ̣τ̣ό̣ς, ἀρχι-
ερεὺς μέγιστος, δημαρχικῆς ἐ[ξουσί]ας τὸ θʹ,
ὕπατος τὸ γʹ, Δελφῶν τῇ πό[λει] vvv χαίρειν.
5 κατὰ τάδε ἔδοξέ μοι κ[ο]ινωνεῖν ὑ[μᾶς τῆ]ς Ἀμφικτυ-
ονείας καὶ τὸν ἀγῶν[α δι]α̣τίθεσθ̣[αι τ]ῶν Πυθί-
ων. ἐπαγγέλλετέ μ[οι ὅτι ἐξαιτοῦνται] τὰς πα-
τρίους αὑτοῖς πρ[ονομίας Θεσσαλοί. ε]ἰ δὲ ἀγω-
νισταὶ μόνοι οἱ Ε[— — — — — — — — — — — —]
10 προστεθέντες Μ̣[— — — — — — — — — — — ἄκυ]-
ροι δὲ ἔστωσαν [— — — — — — — — — — — — —]
ρων καὶ προῖκα Λ[— — — — — — — — — — — ὡς]
μὲν ἔχουσιν ἐν τ̣[ῇ νῦν Ἀμφικτυονείᾳ, Δελφοῖς(?)]
δύο ψῆφοί εἰσιν, [Θεσσαλοῖς σὺν τοῖς ἔθνεσιν(?)]
15 δώδεκα. <ἐπεὶ δὲ [τὰς πάλαι ψήφους τῶν ἐθνῶν]
τῶν τῇ Θεσσα[λίᾳ ἀνηκόντων τοῖς Θεσσαλοῖς]
ἔδωκεν ὁ Νέρ[ων — — — — — — — — — — — —]
[․․]υ̣τους κ̣α̣ὶ̣ [— — — — — — — — — — — — —]
col. II.1 [κα]θ̣’ ἃ μέντοι χρὴ ποιεῖν κατὰ τοὺ[ς] νόμους, [εἰ]σ[ήνεγκαν]
γν̣ώμην εἰς τὴν λαμπροτάτην σ[ύγ]κλητον εἰσηγη[σάμε]-
νο̣ι τὰς ψήφους ἃς πλέονας τῶ[ν] ἄλλων ἔχουσιν Θεσ[σα]-
λ[οὶ Ἀ]θηναίοις καὶ Λακεδαιμονίο[ι]ς διανεμηθῆναι καὶ ταῖ[ς]
5 ἄλ[λαι]ς πόλεσιν, ἵ̣να ᾖ κοινὸν πάντ[ω]ν τῶν Ἑλλήνων τὸ συνέ-
δρ[ι]ον. εἴ τις ἢ ἐκκλήτου γενομ[έν]ης ἢ ἄλλως ἐν Πυλαίᾳ ἐσ-
τε̣[φ]άνωται, ἄκυρος ὁ ἀγὼν ἔστω κα[ὶ] τῷ νεικήσαντι λελύσθω
[ν]είκη. εἰ δ’ ἀντιποιοῖτο τοῦ στ[ε]φάνου εἰς Δελφοὺς ἐλθὼν
π[ρ]ότερον καὶ ἀγωνισάμενος παρ’ αὐτῷ τῷ θεῷ, ΣΤΕΦΑΝΟΥΣ
10 [․․․ κ]ε̣λ̣εύω καὶ τὸ ἐπιδέκατο[ν] τῶν τειμημάτων ὃ οἱ δικαζό-
[μενοι παρατέθειν]ται Θεσσαλο[ὺ]ς ἀποδοῦναι τῷ θεῷ. τὰ τῶν
[ἀγωνοθεσιῶν(?) χρήματα ἀ]φ’ ὧν δι[ανο]μὰς γενέσθαι πυνθάνο-
[μαι, ταῦτα ἀποδοῦνα]ι α̣[ὐτοὺς τῷ θεῷ] ὅς ποτε ἔφθη διοικη-
[σάμενος κελεύ]ω. ὅσα δ[ὲ τοῦ θεοῦ χρήματα ἤ]δη διένειμάν τι-
15 [νες κελεύω τῷ] θεῷ εἰσπρᾶ[ξαι καὶ τὰ τῶν διανει]μάντων ὀνόματα
[ἀνακοινῶσαί] μοι τὴν ταχ[ίστην. ταῖς δὲ ψήφοις τ]αῖς νῦν χρῆσθ̣[αι]
[εἰς τά τε ψηφ]ίσματα καὶ τ[ἆλλα δόγματα κα][τὰ σ]υνβόλαια [ἀε]ὶ̣ βο[ύ]-
[λομαι. οὐ διαλεί]ψω δὲ ε[ὐσεβῶν εἰς τὸ]ν Ἀπόλλωνα τὸν Πύθιον
[— — — — — — — — — — — — — — — — — — —]ΕΙΟΝ τοῖς Ἀμφικτυ-
20 [— — — — — — — — — — — — — — — — — —]Α τῷ κεφαλαίῳ προστε-
[θέντα(?) — — — — — — — — — — — — — π]ερὶ τῶν ξενίων πόθεν δεῖ
[ὑμᾶς καὶ ταῦτα ἀναλίσκειν], πότερον ἐκ τῶν τοῦ θεοῦ χρη-
[μάτων ἢ ἐκ(?) τῆς τοῦ ξένου] αὐτοῦ πατρίδος, περὶ πάντων
[τούτων ἐν Δελφοῖς δια]γν[ώ]σομαι. ἡκέτωσαν δὲ καὶ Θεσ-
25 σαλ̣[ῶν εἰς Δελφοὺς] οἱ διανείμαντες τὰ χρήματα αὐτοί,
καὶ τ[οὺς] λογισμοὺς ἐκε[ῖ] δοθῆναί μοι βούλομαι τῶν
προ[σι]όντων τῷ θεῷ χρημάτων καὶ τῶν ἀναλισκομέ-
νω[ν. ἐν δὲ (?) Δ]ελφοῖς κρινῶ κα̣ὶ περὶ ὧν Θεσσαλοὶ ὑμᾶς αἰτι-
[ῶνται, ὡς ἱερο]σ̣ύλους τινὰς ἐπὶ τοὺς Ἀμφικτύονας
30 [παγαγόντες(?) ὧ]ν κατέχονται, καὶ περὶ τοῦ ἱεροῦ τῆς Δή-
[μητρος ὅσα οἱ(?) πρεσβευτ]αὶ λέγουσιν. τοῦ Λιμένος
[καὶ τῆς χώρας(?), ἐπεὶ (?) Θεσσα]λοὶ μὲν μὴ προσῆκον ἐπερ-
[γάζεσθαι ․4-5․ ὑμᾶς εἶπ]ον καὶ διὰ τοῦτο ἀνελεῖν τοὺς
[Ἀμφικτύονας(?) ․․․c.8․․․]ΩΝ, ὑμεῖς δὲ ἀπεδείξατε τριάκον-
35 [τα τάλαντα(?) τῷ θεῷ Οὐ]εσπασιανῷ δόντες ὑπὲρ τῆς χώ-
[ρας ὥστε καὶ τοῦ λιμέ]ν̣ο̣ς̣ καὶ τῶν νομῶν ὑμᾶς εἶναι
[κυρίους ․3?․ παντα]χῇ δέ, ἐνετ̣[ει]λ̣άμην Κλαυδίῳ Τειμο-
[κρ]άτει σ[υναγ]α̣γόντι τῶν Ἀμφικ[τυονικ]ῶ̣ν δογμάτων
ὅσα ἢ ἐνα[ντί]α ἀλλήλοις ἐστὶν [ἢ νόμοις τοῖ]ς̣ κοινο̣[ῖς]
40 πέμψαι μο̣[ι] ἵνα καὶ τούτων τις[ξέτασ]ι̣ς γένηται. εἰ δ[ὲ]
Αἰτωλοὶ ψήφους ἔσχον καὶ ταύ̣[τας ὁ] θεὸς Σε[β]α̣στὸς
Νικοπολε[ίτ]α̣ις προσέθηκ̣[εν, καὶ π]ερὶ τούτου διαγνώ-
σομαι. εὐ[τυ]χεῖτε. {²vac.}²
Search Help
Contact Us