[ ]
Phokis — Delphi — 98-138 AD — FD 3:1.544
1 | τὸν ἀξιολογώτατον Ἀμφι- |
κτύονα γενόμενον Πυθι- | |
άδι vvv Μᾶρ. Οὔλπιον Δοκή- | |
τιον Λούκιον Νεικοπο- | |
5 | λείτην διά τε ἤθους ἐπιεί- |
κειαν καὶ διὰ τὴν σπουδὴν | |
ἣν ἐπεδείξατο ὑπὲρ τῆς σε- | |
μνότητος τοῦ ἀγῶνος τῶν | |
μεγάλων Πυθίων, προῖκα | |
10 | πρεσβεύσαντα, οἰκείοις |
τέλ̣εσιν ἀν̣α[δ]εξάμενον̣ | |
τὴ̣ν̣ τ̣οῦ ἀνδρ̣[ιάν]τος ἀνα- | |
στασι̣ν̣. |