[ ] Phokis — Delphi — 54-68 AD? — FD 3:3.181
1 [οἱ] Ἀμ̣φ̣[ικτύο]ν̣ες καὶ ὁ ἀρχιερεὺς τῶν Σ[εβα]-
σ̣τῶν καὶ ἐπιμελητὴς τοῦ κοινοῦ τῶν Ἀμφικ[τυό]-
νων καὶ ἄρχων τῆς ἱερᾶς Ἀκτιακῆς Βουλῆς Τιβ. Κλαύδ[ιος]
υἱὸς πόλεως Κλεόμαχος, φιλόκαισαρ καὶ φιλόπατρις,
5 Νεικοπολείτης, τὸ ἀνάλημμα τό τε ἔσω τὸ ὑπὸ τοὺς
ἀνδριάντας καὶ τὸ ἔξωθεν ἐποίησαν ἐκ τῶν τοῦ Πυ-
θίου Ἀπόλλωνος τόκων καὶ προσόδων.
Search Help
Contact Us