[ ] Phokis — Delphi — 54-68 AD? — SIG(3) 813B
1 οἱ Ἀμφικτύονες καὶ ὁ ἀρχιερεὺς τῶν Σεβα-
στῶν καὶ ἐπιμελητὴς τοῦ κοινοῦ τῶν Ἀμ-
φικτυόνων καὶ ἄρχων τῆς ἱερᾶς Ἀκτιακῆς Βου-
λῆς Τιβ. Κλαύδιος υἱὸς πόλεως Κλεόμαχος,
5 φιλόκαισαρ καὶ φιλόπατρις, Νεικοπολείτης,
τὸ ἀνάλημμα μέχρι τῆς Πυλίδος ἐποίη-
σαν ἐκ τῶν τοῦ Πυθίου Ἀπόλλωνος τό-
κων καὶ προσόδων.
Search Help
Contact Us