[ ] Phokis — Delphi — 27-31 AD? — FD 3:2.161
1 [ἔδο]ξε τοῖς Ἀμφικτύ<ο>σιν παραγενο-
[μ]ένοις εἰς Δελφοὺς κατὰ πλῆθος ἐπὶ [τ]-
[ὸ]ν ἱερὸν ἀγῶνα τῶν Πυθίων· ἐπ<ε>ιδὴ Δ[η]-
[μ]ήτριος Ἀριστάρχου Ἀθηναῖος ἱερομ[ν]-
5 [ή]μων καὶ πυλαγόρος διὰ βίου, ἀ̣ν̣ὴ̣ρ̣ εὐγ-
[ε]νείᾳ καὶ ἀρετῇ διαφέρων, πάσας Πυ[θι]-
δας ἀπὸ <τ>ῆς χειροτονίας παρεγέ<νε>το [εἰ]-
ς Δελφοὺς θύων καὶ καλλι<ε>ρῶν τῷ Πυθί[ῳ]
[Ἀ]πόλλωνι λαμπρότατα καὶ πολυμερέσ[τα]-
10 [τ]α, καὶ τὴν ἐ<π>ιδημίαν και ἀναστροφὴν
[ἐ]ποιήσατο ἀξίαν τοῦ τε περὶ τοὺς Ἀμ-
[φ]ικτύονας ἀξιώματος, καὶ τῆς π[ε]-
[ρ]ὶ τὴν πατρίδα δόξης, ἐπαι[νέσαι αὐτ]-
[ο]ν, καὶ στεφ[ανῶσαι χρυ]σῷ στεφάνῳ
15 [ἀρετῆς ἕνεκα κ]α<ὶ> εὐσεβείας· εἶναι δ[ὲ]
[αὐτῷ ἐν ταῖς ἱ]εραῖς ἡμέραις τῆς Π-
[υθιάδος φορε]ῖν τὸν στέφανον τοῦτον·
[στῆσαι] δὲ αὐτοῦ καὶ ἀνδριάντα χαλ-
[κοῦν] ἐν Δελφοῖς πρὸς τῷ ναῷ τοῦ
20 [Ἀπό]λλωνος καὶ ἐν Ἀθήναις παρὰ τῷ
[Πα]τρῴῳ Ἀπόλλωνι, ἔχοντα{ς} ἐπιγ-
[ρα]φὴν τήνδε· τὸ κοινὸν τῶν Ἀμφικ-
[τ]υόνων τὸν ἱερομνήμονα <κ>αὶ πυλ-
[α]γόρον διὰ βίου Δημήτριον Ἀριστ-
25 [ά]ρχου Ἀθ<η>ναῖον ἀρετῆς <ἕνεκα (?)> καὶ εὐσεβ<ε>ί-
[α]ς καὶ τῆς εἰς τὴ<ν πατρίδ>α εὐνοίας
[ἀ]νέθηκεν· χαράξαι δὲ πάντα τὰ
δ̣όγματα τὰ αὐτοῦ [παρ]ὰ πρώτω[ν]
[ἡ]μῶν ε<ἰ>ς τὸν οἶκον τῶν Ἀθ[ηναί]-
30 [ων] εἰς <στ>ήλην [— — — — — — —]
[— — — — — — — — — — — — — —]
Search Help
Contact Us