[ ]
Phokis — Delphi — 27-31 AD? — FD 3:2.161
1 | [ἔδο]ξε τοῖς Ἀμφικτύ<ο>σιν παραγενο- |
[μ]ένοις εἰς Δελφοὺς κατὰ πλῆθος ἐπὶ [τ]- | |
[ὸ]ν ἱερὸν ἀγῶνα τῶν Πυθίων· ἐπ<ε>ιδὴ Δ[η]- | |
[μ]ήτριος Ἀριστάρχου Ἀθηναῖος ἱερομ[ν]- | |
5 | [ή]μων καὶ πυλαγόρος διὰ βίου, ἀ̣ν̣ὴ̣ρ̣ εὐγ- |
[ε]νείᾳ καὶ ἀρετῇ διαφέρων, πάσας Πυ[θι]- | |
άδας ἀπὸ <τ>ῆς χειροτονίας παρεγέ<νε>το [εἰ]- | |
ς Δελφοὺς θύων καὶ καλλι<ε>ρῶν τῷ Πυθί[ῳ] | |
[Ἀ]πόλλωνι λαμπρότατα καὶ πολυμερέσ[τα]- | |
10 | [τ]α, καὶ τὴν ἐ<π>ιδημίαν και ἀναστροφὴν |
[ἐ]ποιήσατο ἀξίαν τοῦ τε περὶ τοὺς Ἀμ- | |
[φ]ικτύονας ἀξιώματος, καὶ τῆς π[ε]- | |
[ρ]ὶ τὴν πατρίδα δόξης, ἐπαι[νέσαι αὐτ]- | |
[ο]ν, καὶ στεφ[ανῶσαι χρυ]σῷ στεφάνῳ | |
15 | [ἀρετῆς ἕνεκα κ]α<ὶ> εὐσεβείας· εἶναι δ[ὲ] |
[αὐτῷ ἐν ταῖς ἱ]εραῖς ἡμέραις τῆς Π- | |
[υθιάδος φορε]ῖν τὸν στέφανον τοῦτον· | |
[στῆσαι] δὲ αὐτοῦ καὶ ἀνδριάντα χαλ- | |
[κοῦν] ἐν Δελφοῖς πρὸς τῷ ναῷ τοῦ | |
20 | [Ἀπό]λλωνος καὶ ἐν Ἀθήναις παρὰ τῷ |
[Πα]τρῴῳ Ἀπόλλωνι, ἔχοντα{ς} ἐπιγ- | |
[ρα]φὴν τήνδε· τὸ κοινὸν τῶν Ἀμφικ- | |
[τ]υόνων τὸν ἱερομνήμονα <κ>αὶ πυλ- | |
[α]γόρον διὰ βίου Δημήτριον Ἀριστ- | |
25 | [ά]ρχου Ἀθ<η>ναῖον ἀρετῆς <ἕνεκα (?)> καὶ εὐσεβ<ε>ί- |
[α]ς καὶ τῆς εἰς τὴ<ν πατρίδ>α εὐνοίας | |
[ἀ]νέθηκεν· χαράξαι δὲ πάντα τὰ | |
δ̣όγματα τὰ αὐτοῦ [παρ]ὰ πρώτω[ν] | |
[ἡ]μῶν ε<ἰ>ς τὸν οἶκον τῶν Ἀθ[ηναί]- | |
30 | [ων] εἰς <στ>ήλην [— — — — — — —] |
[— — — — — — — — — — — — — —] |