[ ] Phokis — Delphi — end 2nd c. BC — FD 3:4.38
1 [KRITA\S A)KHKO/ATE O(/TI E)GE/]NONTO SU/MFWNOI PRO\S A)LLH/LOUS, KAI\ NENIKHKO/TAS
[τοὺς Θρονιέας κ]αὶ ε[ἰ]λ̣ηφότας ψήφους πεντήκοντα ἐννέα, τοὺς δὲ Σκ[αρ]-
[φέας εἰληφότ]ας ψήφους δ̣ύο. [γ]εγράφαμεν οὖν ὑμῖν, ἵνα εἰδῆτε· ὑπογ[έ]-
[γραπται δὲ] ὑμῖν καὶ τὸ ἀντίγραφον τῆς ἀντιγραφῆς τῆς ἀποδοθείση[ς]
5 [ἡμῖν ὑπὸ τῶ]ν ἐξαποσταλέντων πρεσβευτῶν παρὰ τῆς πόλεως τῆς Θρο-
[νιέων, ὁμο]ίως δὲ καὶ τῆς δοθείσης ἀντιγραφῆς ὑπὸ τῶν ἐξαποσταλέντω[ν]
[πρεσβευτ]ῶν παρὰ τῆς πόλεως τῆς Σκαρφέων. ἀμφιλλέγει ἁ πόλις τῶν Θρονιέω[ν]
[περὶ τᾶς τε] ἱ̣ε̣ρομναμοσύνας ποτὶ τὰν πόλιν τῶν Σκαρφέων· ἐπιβάλλει μοι τᾶς τῶ[ν]
[Ἐπικν]αμι<δ>ίων Λοκρῶν Ἀμφικτιονείας τὸ τρίτον μέρος, καθάπερ καὶ τὰ πρόβατα ἐν̣
10 [τὰς θυ]σίας καὶ τὰ ἄλλα τὰ νομιζόμενα πρότερον ἐν τοὺς Ἀμφικτίονας συ[μ]-
[βέβ]λ̣ημαι, καὶ καθ’ ὃ κέκριμαι πρότερον περὶ τούτων ἐν Ἀμφίσσαι κατὰ τὸ[ν]
[Ἀμ]φικτιονικὸν νόμον· καὶ δεῖ κρατεῖν ἐμὲ καὶ κυριεύειν τοῦ ἐμὶν ἐπιβά[λ]-
[λ]οντος μέρεος, καὶ τὸν ἱερομνάμονα καθίστασθαι παρ’ ἐμὲ καὶ πέμπε%⁸⁰-
σθαι ὑπ’ ἐμοῦ, ἐπεί κα ἐμὶν καθήκῃ ἁ ἱερομναμοσύνα. τὺ δέ, πόλι Σκαρφέ-
15 ων, ἀντιποιεῖσαι κακοπραγμό̣νως κατασοφιζομένα, καὶ ἐξιδιάζεσθα[ι θέ]-
λεις ἀδίκως τὸ ἐμὶν ἐπιβάλλον μέρος τᾶς ἱερομναμοσύνας. ἁ πόλις τῶ[ν]
Σκ̣αρφέ̣ων ἀντ[ε]γ[ρ]άψατο ποτὶ τὰν πόλιν τῶν Θρονιέω[ν]· μὴ δεῖν εἶμεν τὸ τρί[τον]
μέρος τᾶς ἱερομναμοσύνας Θρονιέων, ἀλλ’ εἶμεν κοινὰν τὰν ἱερομναμοσύν[αν]
Λοκρῶν τῶν [Ἐ]πικναμιδίων κατά τε τὰ πάτρια καὶ τὰς γεγονείας περὶ τού̣-
20 των κρίσεις παρά τε τοῖς Ἀθηναίοις καὶ Ἀμφικτίοσιν, καὶ δεῖν τὸν ἱερομνά[μο]-
να καθίστασθαι ὑπὸ τοῦ κοινοῦ τῶν Λωκρῶν ἀκολούθως τοῖς ἀπὸ τᾶ̣ς ἀρχ[ᾶς]
διωικημένοις καὶ τῶ[ι ὑ]πὸ Ῥωμαίων κειμένωι γραπτῶι.
Search Help
Contact Us