[ ]
Phokis — Delphi — 117/116 BC — FD 3:4.281D
| 1 | ὡς Ῥωμαῖοι ἄγουσιν πρὸ ἑβδόμης εἰδῶν Φεβροαρίων, ὡς Δελφοὶ ἄγουσι ἑβδόμηι ἐπ’ εἰκάδι· ὅσον χρημάτων Ἀπόλλω[ν]ο̣ς ἄπε- |
| στι ἐκτὸς τοῦ θησαυροῦ καὶ ἐκτὸς τῶν θρεμμάτων προσόδου, Ἀμφικτίονες ἔκ[ριναν· Δε]λφῶν ψῆφοι δ[ύο· ταλά]ντο[υ σ]υμμα- | |
| χικοῦ μνᾶς πεντήκοντα μίαν, στατῆρας δ[έκ]α δύο, Θεσσαλῶν ψῆφοι δύο· τάλ[αντα συμμα]χικὰ τρία, μνᾶς τριάκοντα πέ[ν]τ̣ε. | |
| Φωκέων ψῆφοι δύο· τάλαντα τέσσαρα, μνᾶς πέντε. Δωριέων τῶν ἐγ Μητρο[πόλεως ψῆ]φος· τάλαντα συμμαχικὰ τρία, μ[ν]ᾶς | |
| 5 | πέντε. vvvvvv Δωριέων τῶν ἐκ Πελοποννήσου ψῆφος· τάλαντα συμμα[χικὰ τρία, μνᾶ]ς τριάκοντα. v Ἀ[θη]ναίων ψῆφος· τά[λα]ν- |
| τα συμμαχικὰ τρία, μνᾶς τριάκοντα. vv Εὐβοιέων ψῆφος· τάλαντα συμμαχικ[ὰ τρία, μνᾶ]ς τριάκοντα πέντε. Βοιωτῶν ψῆφοι [δύ]ο· | |
| τάλαντα συμμαχικὰ τέσσαρα, μνᾶς πέντε. v Ἀχαίων Φθιωτῶν ψῆφοι δύο· τάλαν[τα συμμαχ]ικὰ τρία, μνᾶς τριάκοντα πέντε. Μαλιέ- | |
| ων ψῆφος· τάλαντα συμμαχικὰ τέσσαρα, μνᾶς πέντε. vv Ο[ἰτα]ίων ψῆφος· τάλ[αντα συμμαχικ]ὰ τέσσαρα, μνᾶς τριάκοντα πέν- | |
| τε. vv Δολόπων ψῆφος· τάλαντα συμμαχικὰ τρία, μνᾶς τριάκοντα πέντε. v Π[ερραιβῶν ψ]ῆφος· τάλαντα συμμαχικὰ τρία, μνᾶς | |
| 10 | τριάκοντα πέντε. vvv Μαγνήτων ψῆφοι δύο· τάλαντα συμμαχικὰ τρία, μνᾶς τριάκοντα πέντε. Αἰνιάνων ψῆφοι δύο· τάλαντα |
| συμμαχικὰ τέσσαρα, μνᾶς πέντε. vv Λοκρῶν Ὑποκνημιδίων ψῆφος· τάλαντα συμμαχικὰ τέσσαρα, μνᾶς πέντε. vv Λο- | |
| κρῶν Ἑσπερίων ψῆφος· τάλαντα συμμαχικὰ τρία, μνᾶς τριάκοντα πέντε. vv Ἀμφικτίονες ἔκριναν τῶι θεῶι χρήματος ἀ- | |
| πεῖναι ἐκτὸς τοῦ θησαυροῦ καὶ ἐκτὸς τῶν θρεμμάτων προσόδου τάλαντα συμμαχικὰ τρία, μνᾶς τριάκοντα πέντε. |