[ ]
Phokis — Delphi — 134 or 130 BC — FD 3:2.68 — CID 4.12 — SEG 18.249
1 | [θ]εοί· δόγμα Ἀμφικτιόνων. |
[ἄρχοντος ἐν Δελφοῖς Ἀριστίωνος τοῦ Ἀναξαν- | |
[δρί]δου, μηνὸς Βουκατίου, Πυθίοις· ἔδοξεν τοῖς Ἀ[μ]- | |
[φικτί]οσιν τοῖς συνελθοῦσιν, ἱερομνημονούν- | |
5 | [των· π]αρὰ μὲν Θεσσαλῶν Λέοντος τοῦ Κλεΐ̣ππ[ου] |
[Ἀτραγίο]υ, Πολλίχου τοῦ Φρύνου Γομφέως· παρὰ δὲ | |
[Ἀχαιῶν Φθι]ωτῶν Μνασάρχου τοῦ Λέο[ντος Λα]ρισ[αίου], | |
[Λαμπρομάχο]υ τοῦ Πολίτου Μελ[ιταιέως· παρὰ δὲ] | |
[Μαλιέων ․․c.7․․]νου τοῦ Ξενο[λάου Ἐχιναίου· πα]- | |
10 | [ρὰ] δὲ Δολόπων Δεξάνδρου τοῦ Κλεωνύμου [Ἀγ]- |
[γ]ειάτου· παρὰ δὲ Δελφῶν Ἄγωνος τοῦ Ἀριστίωνο[ς], | |
[Ἁ]βρομάχου τοῦ Μαντίου· παρὰ δὲ Φωκέων Τιμοκρά- | |
[τ]ους καὶ Φαΰλλου Λιλαιέων· παρὰ δὲ Βοιωτῶν Ἀθα- | |
[ν]ίου τοῦ Ὀφέλτου Θηβαίου, Δημοκρίτου τοῦ Εὐθύμου | |
15 | [Θ]εσπιέως· παρ<ὰ> δὲ Μαγνήτων Θεοδότου τοῦ Διο- |
[γ]ένου, Δημητρίου τοῦ Ἑστιαίου Δη<μη>τριέων· παρὰ | |
[δὲ] Αἰνιάνων Μοσχίωνος τοῦ Σιττύρα καὶ Ἐχεσθέ- | |
[ν]ου τοῦ Ἀριστομένου Ὑπαταίων· παρὰ δὲ Ἀθηναίων | |
[Διονυσο]γένου τοῦ Ἀθηνοδώρου· παρὰ δὲ Οἰταίων Φύ- | |
20 | [ρου τοῦ] Μελάντα Ἡρακλεώτου· παρὰ δὲ Λοκρῶν τῶν Ὑ- |
[ποκν]ημιδίων Πύθωνος του Ἀριστίωνος Ὀπουντίου· | |
[πα]ρὰ δὲ Λοκρῶν τῶν Ἑσσπερίων Δάμωνος τοῦ Ἀρι- | |
[σ]τάρχου Ἀμφισσέως· παρὰ δὲ Δωριέων τῶν ἐγγ Μητρο- | |
[π]όλεως Τεισέου τοῦ Ἀλεξάνδρου Κυτινιέως· παρὰ | |
25 | [δὲ] Περραιβῶν Χαριδήμου τοῦ Φιλοκράτου Γοννέως· |
[πα]ρὰ δὲ Δωριέων τῶν ἐκ Πελοποννήσσου Διοίτα τοῦ | |
[Νικ]οστράτου Σικυωνίου· παρὰ δὲ Εὐβοέων Ἀντιλέον- | |
[το]ς τοῦ Πολιάγρου Χαλκιδέως· vvvv ἐπειδὴ οἱ περὶ | |
[τ]ὸν Διόνυσον τεχνῖται οἱ ἐν Ἀθήναις ψήφιζμα καὶ | |
30 | [π]ρεζβευτὰς ἀποστείλαντες Διονύσιον Νύνφιδος |
[τρ]αγικὸν ὑποδιδάσκαλον, Θυμο[τέλ]ην Φιλοκλέους | |
[τραγικὸν(?) ποιητήν, Ἐλπίνικον Ἐπικράτου τραγικὸν ὑπο]- | |
[διδάσκαλον, Φιλίωνα Φιλομήλου τραγικὸν ὑποδι]- | |
[δάσκαλον, Ἀρίστωνα Ζήνωνος τραγικὸν ὑποδιδάσ]- | |
35 | [καλον, ἀνανενέωνται τὴν δεδομένην τοῖς τεχνίταις] |
[τοῖς ἐν Ἀθήναις πρότερον ὑπὸ τῶν Ἀμφικτιόνων ἀσυ]- | |
[λίαν καὶ ἀσφάλειαν κατὰ τὸ δόγμα, καὶ παρακαλοῦσιν] | |
[τοὺς Ἀμφικτίονας, ἀκόλουθα πράττοντας τῆι τῶν προ]- | |
[γόνων αἱρέσει, συντηρῆσαι τὰ ψηφισθέντα ἑαυτοῖς] | |
40 | [φιλάνθρωπα· ὅπως οὖν καὶ οἱ Ἀμφικτίονες φαίνωνται] |
[τὰ πρότερον δεδογμένα βεβαιοῦ]ντε[ς, δεδόχθαι] | |
[τοῖς] Ἀμφικτίοσιν· ε[ἶναι τοῖς ἐν Ἀθή]ν̣αις τεχνίταις τ̣[ήν] | |
[τε] ἀσυλίαν καὶ [τὴν ἀσφάλειαν ε]ἰς τὸν ἀεὶ χρόνον κα- | |
[θ]ὰ καὶ ἐξ ἀρχ[ῆς ὑπῆρχεν, καὶ εἶ]ναι αὐτοὺς ἀτελεῖς, | |
45 | [καὶ μ]ὴ ἐξ[εῖναι μηθενὶ ἄγειν] τὸν τεχνίτην τὸν με- |
[τέχοντα τῆς ἐν Ἀθήναις σ]υνόδου μήτε πολέμου μή- | |
[τε εἰρήνης, μηδὲ συλᾶν, μ]ηδὲ ῥυσιάζειν, ἀλλ’ εἶναι | |
[αὐτοὺς ἱεροὺς καὶ ἀπολ]υπραγμονήτους, ἐὰν μή τις | |
[ἄγηι τινὰ τούτων πρὸς ἴ]διον χρέος· ἐὰν δέ τις παρὰ ταῦ- | |
50 | [τα ποιῆι, ὑπόδικος ἔσ]τω ἐν Ἀμφικτίοσι, καὶ αὐτὸς καὶ ἡ |
[πόλις ἐν ἧι ἂν τὸ ἀδίκ]ημα κατὰ τοῦ τεχνίτου συντε[λε]- | |
[σθῆι, ἵνα τούτων γιν]ομένων ὑπάρχηι ἥ τε ἀσυλί[α καὶ] | |
[ἡ ἀσφάλεια τοῖς τεχνί]ταις τοῖς ἐν Ἀθήναις, καὶ [οἱ Ἀμφι]- | |
[κτίονες φαίνωνται] ἀ̣κ̣όλουθα πράττοντες [τῆι] | |
55 | [τῶν προγόνων αἱρέσ]ει· ἀναγράψαι δὲ τόδε τὸ δόγ̣μ̣[α] |
[ἐν Δε]λφοῖς, ὁ̣μ̣οίως δὲ καὶ διαποστείλασθαι τοῦ δό- | |
[γμ]ατος τὸ ἀντίγραφον πρὸς τὸν δῆμον τὸν Ἀθηναί- | |
[ω]ν, ὅπως παρακολουθῇ τὰ δεδομένα φιλάνθρωπα πα- | |
ρὰ τῶν Ἀμφικτιόνων τοῖς ἐν Ἀθήναις τεχνίταις· εἶναι | |
60 | δὲ ταῦτα τοῖς ἐν Ἀθήναις τεχνίταις, ἐὰμ μή τι Ῥωμαί- |
οις ὑπεναντίον ἦι. |