[ ]
Phokis — Delphi — 178/177 BC — BCH 7.1883.427
| 1 | ἄρχοντος ἐν Δελφοῖς Πραξία, Πυθίοις· ἔδοξε |
| τοῖς ἱερομνημόνοις· Δελφῶν Ξενοκράτει | |
| Πραόχου, Μελισσίωνι Εὐαγγέλου· Θεσσαλῶν Ἱπ- | |
| πολόχωι Ἀλεξίππου, Πολυξένωι Θρασίππου | |
| 5 | Λαρισαίοις· παρὰ βασιλέως Περσέως Ἁρπάλωι |
| Πολεμαίου Βεροιαίωι, Σιμωνίδῃ Ἀπολλωνίδου | |
| Βεροιαίωι· Βοιωτῶν Ὀφελήμωι Ὀφελήμου Θηβαί<ωι>, | |
| Ἑρμίᾳ Ζωΐλου Ὠρωπίωι· Ἀχαιῶν Φθιωτῶν Ξε- | |
| νοφάει Ἄγιδος Λαρισαίωι, Κρατησιμάχωι Κλεάνδρου | |
| 10 | Θηβαίωι· Μαγνήτων Χαρικλεῖ Νίκωνος, Γενθίωι Φρασι- |
| σθέν̣ους Δημητριεῦσιν· Δολόπων Συάγρωι Δατυιάδου· | |
| Αἰνιάνων Λοχάγωι Ἁγήτα Καλλιπολίτῃ, Νικίαι Ἀλεξάν- | |
| δρου Καλυδωνίωι· Ἡρακλεωτῶν Φαινέᾳ Ν̣ικέα Σωσθενεῖ· Μα- | |
| λιέων Διοδώρωι Κριτοβούλου Λαμιεῖ· Εὐβοέων Ἀπολλοφάνει | |
| 15 | Διονυσίου Χαλκιδεῖ· Ἀθηναίων Ἑρμαγόραι Λυσιστράτου· Λο- |
| κρῶν ἑκατέρων Προάνδρωι Προάνδρου Φόλαι, Νικάνδρωι Βίτ- | |
| του Τριχονεῖ· Δωριέων τῶν ἐν Μητροπόλει Ἀναξάνδρωι Τε- | |
| λεσάρχου Ἀπειρικῶι· Περραιβῶν Ἀπολλοδώρωι Ἀσκληπιο- | |
| δώρου Φαλανναίωι· vv τᾶς ἱερᾶς χώρας ὑπάρχειν τόπον | |
| 20 | ταῖς ἱεραῖς βόοις καὶ ἵπποις καταλελειμμένον ἀπὸ τᾶς ὁ- |
| δοῦ τᾶς ἐπὶ το Ἄστυρον ἀγούσας, ἇι ἁ ὁδὸς ἄγει ἐπὶ τὸν Παι- | |
| παλίδαν καὶ ἐν τὸ Λακωνικόν· ἀπὸ τοῦ Λακωνικοῦ ἐν σκαι- | |
| ὰν ἐν τὰν νάπαν τὰν ἐν Ἱεραπέτειαν· [ἀπὸ τᾶς νάπας], ὡς ἁ ὁδὸς ἄ- | |
| γει ἁ ἐξ ἱπποδρόμου ἁ ξενὶς ἁ ἐπὶ τὸ Λ[— — —14— — —]ΚΑ[․] | |
| 25 | ταῖς ἱεραῖς βόοις καὶ ἵπποις ἔστω ΠΟΤ[— — —19-20?— — —] |
| ποτάγειν τὰ ἰδιωτικὰ θρέμματα [— — —18-19?— — —] | |
| τὰν ποτὶ τᾶι Κεραμείαι οὖσαν τὸ [— — —20-21?— — —] | |
| Ἑλλανίκου ἡρώιου· εἰ δέ τις ἐπινέμ̣[ει ἐν ? τούτωι τῶι ?] | |
| τόπωι, ἐξιουσίαν ε[ἶμεν — — —] | |
| 30 | ΤΕΔΕΓ̣․[— — — τῶι] |
| θέοντι· ἀναγρά- | |
| ψαι δὲ τὸ δόγμα τοὺς | |
| ἄρχοντας τῶν Δελφῶν | |
| ἐν τῶι ἱερῶι. |