[ ] Phokis — Delphi — 182/181 BC — FD 3:3.261
1 [ἄρχοντος ἐν Δελφοῖ]ς Δημοσθένου, δόγμα Ἀμφικ[τιόνων· ἐπειδὴ βασιλεὺς]
[Εὐμένης παρειληφ]ὼς παρὰ τοῦ πατρὸς βασιλέως Ἀττάλο[υ τήν τε πρὸς τοὺς θεοὺς]
εὐσ[έβειαν καὶ τὴ]ν πρὸς τοὺς Ἀμφικτίονας εὔνοιαν καὶ διατη[ρῶν τὴν πρὸς Ῥωμαίους]
φιλίαν ἀεί [τινος ἀγ]αθοῦ παραίτιος γινόμενος διατελεῖ τοῖς Ἕλλησ[ιν καὶ μετεσχηκὼς]
5 τῶν αὐτῶν κ[ινδύ]νων ὑπὲρ τῆς κοινῆς ἀσφαλείας πολλαῖς τῶ[ν Ἑλληνίδων π][λεων]
δωρεὰς δέδκ]εν ἕνεκεν τοῦ διατηρεῖσθαι τὴν ὑπάρχουσ[αν αὐτον]ομίαν, δι’ ἣν
αἰτίαν καὶ Ῥω[μαῖ]οι θεωροῦντες αὐτοῦ τὴν προαίρεσιν ἐπευξ[ήκασιν τ]ὴμ βασιλείαν
νομίζοντες [δεῖ]ν καὶ τῶμ βασιλέων ὅσοι μὲν ἐπιβουλεύουσιν [τοῖς Ἕλλ]ησιν τυγχάν[ειν]
τῆς καθηκού[σης] ἐπιπλήξεως, ὅσοι δὲ μηθενὸς γίνονται κακοῦ [παραίτιο]ι τούτους τ[ῆς]
10 μεγ[ί]στης [ἀξιο]ῦσθαι παρ’ ἑαυτοῖς πίστεως· ἀπέσταλκεν δὲ κ[αὶ θε]ωροὺς τοὺς
παρακαλέσ[οντ]ας τοὺς Ἀμφικτίονας, ὅπως τὸ τῆς Ἀθηνᾶς τῆς Ν[ικηφό]ρου τέμενος
συναναδε[ίξωσι]ν ἑαυτῶι ἄσυλον, καὶ τοὺς ἀγῶνας οὓς διέγ[νωκε] συντελεῖν
στεφανίτα[ς τό]ν τε μουσικὸν ἰσοπύθιον καὶ τὸν γυμνικὸν κα[ὶ ἱππι]κὸν ἰσολύμπιον
ἀποδέξων[ται· ἀ]πελογίσαντο δὲ καὶ οἱ θεωροὶ τὴν τοῦ βασιλέω[ς εὔ]νοιαν ἣν ἔχων
15 δ[ια]τελεῖ κ[οινῆι τ]ε πρὸς ἅπαντας τοὺς Ἕλληνας καὶ καθ’ ἱδίαν π[ρὸ]ς τὰς πόλεις·
[ὅπως οὖν καὶ οἱ Ἀμ]φικτίονες φαίνωνται ἐπακολουθοῦντες το[ῖς] ἀξιουμένοις
[καὶ τιμῶντες τ]ῶν βασιλέων ὅσοι διατηροῦντες τὴν πρὸς Ῥωμ[αί]ους τοὺς κοινοὺς
[εὐεργέτας φιλία]ν ἀεί τινος ἀγαθοῦ παραίτιοι γίνονται τ[οῖς] Ἕλλησιν· τύχηι
[ἀγαθῆι· δεδόχθα]ι τοῖς Ἀμφικτίοσιν ἐπαινέσαι βασιλέα [Εὐ]μένη βασιλέως
20 [Ἀττ]άλου καὶ σ[τε]φανῶσαι δάφνης στεφάνωι τῶι ἱερῶι τ[οῦ Ἀ]πόλλωνος τοῦ
[Πυ]θίου ὧι πάτρι[όν] ἐστιν στεφανοῦν τοὺς ἑαυτῶν εὐεργέ[τ]ας, ἀρετῆς ἕνεκεν
καὶ εὐνοίας τῆ[ς] εἰς τοὺς Ἕλληνας, στῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα χαλκῆν ἐφ’ ἵππου
ἐν [Δ]ελφ[ο]ῖς, ἀναδεδεῖχθαι δὲ καὶ τὸ ἱερὸν τῆς Ἀθηνᾶς τῆς Ν[ικ]ηφόρου τὸ πρὸς
Περγάμ[ω]ι ἄσυλ[ο]ν εἰς ἅπαντα τὸν χρόνον καθ’ ἃ ἂν ἀφορίσ[ηι] βασιλεὺς Εὐμένης
25 καὶ μηθ[έ]να ἄγ[ει]ν ἐ[κ] τοῦ περιωρισμένου τόπου μήτε πολέμ[ου] μήτε εἰρήνης
πρὸς [μηθὲ]ν [ἔγκλημα]· ἀποδεδέ[χθαι] δ[ὲ κ]α[ὶ] τοὺς ἀγῶ[να]ς [τοὺ]ς στεφανίτας
[τῶν Νικηφορίων οὓς συντελεῖ βασιλεὺς Εὐμένης, καὶ εἶνα]ι καὶ τ[αῖς τιμαῖς καὶ τοῖς]
[λοιποῖς πᾶσι τοῖς ἐν τοῖς νόμοις γεγραμμένοις τὸμ μὲν μ]ουσικὸν ἰσ[οπύθιον, τὸν δὲ]
[γυμνικὸ]ν καὶ ἱπ<π>ικὸν ἰσ[ολύμπιον· ἀναγράψαι δὲ τὸ ψήφ]ισμα ἐν Δ[ελφοῖς εἰς τὴν]
30 [βάσιν το]ῦ ἀνδριάντος τ[οῦ πατρὸς βασιλέως Ἀττάλο]υ καὶ ἐμ Π[εργάμωι ἐν τῶι]
[ἱερῶι τῆ]ς Ἀθηνᾶς τῆς Νικη[φόρου· κηρῦξαι δὲ τὸν στέ]φανον το[ῦ βασιλέως κ]αὶ τὴν
[ἀσυλί]αν τοῦ ἱεροῦ ἐν τοῖς ἀγ[ῶσι τῶν Πυθίων καὶ Σωτηρί]ων.
Search Help
Contact Us