[ ]
Phokis — Delphi — 184/183 BC — REG 66.1953.484
1 | [ἄρ]χοντος ἐν Δελφοῖς Κράτωνος, γραμματεύοντος δὲ |
τῶν Ἀμφικτιόνων Μνασιδάμου Κορινθίου, ἔδοξ[εν τῶι] | |
κ̣[οι]νῶι τῶν Ἀμφικτιόνων τῶν ἀπὸ τῶν αὐτονόμων ἐθνῶν | |
καὶ δημοκρατουμένων πόλεων· ἐπειδὴ Νικόστρατος Ἀναξίπ- | |
5 | που Θεσσαλὸς ἐγ Λαρίσσης, ἀποσταλεὶς ἱερομνήμων παρὰ τοῦ |
κοινοῦ τῶν Θετταλῶν εἰς τὰ Πύθια τὰ ἐπὶ Νικοβούλου | |
ἄρχοντος ἐν Δελφοῖς, τὴν πᾶσαν σπουδὴν ἐποιήσατο | |
μετὰ τῶν ἀποσταλέντων ἀνδρῶν ὑπὸ τοῦ δήμου τοῦ | |
Ἀθηναίων καὶ τῶν ἱερομνημόνων, ὅπως ἂν ἀποκαταστα- | |
10 | θῇ τὸ συνέδριον τῶν Ἀμφικτιόνων εἰς τὸ ἐξ ἀρχῆς κα- |
τὰ τὰ πάτρια, προέστη δὲ καὶ τοῦ ἀγῶνος καὶ τῶν θυσιῶν | |
μετ’ αὐτῶν, ὅπως ἂν ἀπὸ παντὸς τοῦ βελτίστου συντε- | |
λεσθῶσιν· αἱρεθεὶς δὲ καὶ πρεσβευτὴς εἰς Ῥώμην ὑπὸ τοῦ | |
κοινοῦ τῶν Ἀμφικτιόνων μετὰ Μενεδήμου τοῦ Ἀθηναί- | |
15 | ου καὶ προσελθὼν πρὸς τὴν σύνκλητον καὶ τοὺς στρα- |
τηγοὺς καὶ δημάρχους καὶ διαλεγεὶς περὶ ὧν εἶχεν | |
τὰς ἐντολάς, ἐπετέλεσεν πάντα τὰ κοινῇ συμφέρον[τα] | |
τοῖς τε Ἀμφικτίοσιν καὶ τοῖς ἄλλοις Ἕλλησιν τοῖς αἱρου- | |
μένοις τὴν ἐλευθερίαν καὶ δημοκρατίαν· παραπεμ- | |
20 | πόμενος δὲ καὶ εἰς τὴν μεθοπωρινὴν πυλαίαν ἱερομνή- |
μων τὴν ἐπὶ Κράτωνος ἄρχοντος ἐν Δελφοῖς, καὶ θύσας | |
μετὰ τῶν ἱερομνημόνων, ἐπανελθὼν μετ’ αὐτῶν | |
εἰς τὸ ἱερὸν καὶ προσελθὼν πρὸς τὸ κοινὸν τῶν Δελφῶν | |
διελέγη, περὶ ὧν ἔχων τὰς ἐντολὰς ἐπεπρέσβευκεν | |
25 | πρός τε τὴν σύνκλητον τῶν Ῥωμαίων καὶ τοὺς στρα- |
τηγοὺς καὶ δημάρχους, καὶ παρεκάλεσεν Δελφοὺς | |
διατηρεῖν τὴν εὔνοιαν πρὸς ἅπαντας τοὺς Ἕλληνας | |
καὶ μηθὲν αὐτοὺς ὑπεναντίον πράττειν τοῖς πρότε- | |
ρον ὑπὸ τῶν Ἑλλήνων ἐψηφισμένοις· διατελεῖ{ν} δὲ | |
30 | καὶ ἐν τοῖς λοιποῖς ἐν οἷς ἂν παρακαλῶσιν Ἀμφικτίο- |
νες, ἐν ἅπασιν αὑτὸν παρασκευάζων ἐκτενῆ καὶ φιλό- | |
τιμον εἰς τὸ κοινῇ συμφέρον, οὔτε κακοπαθίαν οὔτε | |
κίνδυνον ὑποστελλόμενος τὸν ἐσόμενον ὑπὸ τῶν | |
ἐπιβουλευόντων αὐτῶι· ὅπως ἂν οὖν εἰδῶσιν πάν- | |
35 | τες οἱ Ἕλληνες διότι τὸ κοινὸν τῶν Ἀμφικτι̣[όνων] |
ἐπίσταται χάριτας ἀξίας ἀποδιδόναι τοῖς εἰς [αὐ]- | |
τοὺς εὐεργετοῦσι καὶ τοὺς ἄλλους Ἕλληνας, ἀγαθῇ | |
τύχῃ, δεδόχθαι τῶι κοινῶι τῶν Ἀμφικτιόνων, ἐπαι- | |
νέσαι Νικόστρατον Ἀναξίππου Θεσσαλὸν ἐγ Λαρίσ- | |
40 | σης καὶ στεφανῶσαι αὐτὸν τῶι τοῦ θεοῦ στεφάνωι |
καὶ εἰκόνι χαλκῇ, ἀρετῆς ἕνεκεν καὶ εὐεργεσίας | |
ἣν ἔχων διατετέλεκεν πρός τε τὸ κοινὸν τῶν | |
Ἀμφικτιόνων [καὶ τοὺ]ς ἄλλους Ἕλληνας, καὶ στῆσαι αὐ- | |
τοῦ τὴν εἰκόνα ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ Πυθί- | |
45 | ου· ἀναγορεῦσαι δὲ τὸν στέφανον καὶ τὴν εἰκόνα |
ἐν Πυθίοις τοῖς πρώτοις ἐν τῶι γυμνικῶι ἀγῶνι | |
<τοὺς> συνελθόντας ἱερομνήμονας· ἀναγορεῦσαι δὲ καὶ ἐν | |
τοῖς Ἐλευθερίοις ἐν τῶι γυμνικῶι ἀγῶνι, ὃν τιθέασι | |
οἱ [Θε]τταλοί. |