[ ]
Phokis — Delphi — 204/203-203/202 BC — FD 3:2.134b
A.1 | [θεο]ί. |
[ἐπὶ Μεγάρτα ἄρχοντος, πυλαίας ἠρινῆ]ς, ἱερομναμονούν̣- | |
[τ]ων Αἰτωλῶν Ἀριστάρχου Ἀμφισσέος, Φιλλέα Ν̣α̣[υπακτί]- | |
ο̣υ, Λαμίου Οἰκυλειέος, Ξενοκράτεος Στρατίου, Λεοντ[ο]- | |
5 | μένεος Φυταιέος, Βουθήρα Ἀρσινοέος, Ἀγοραίου Ὑπα- |
ταίου, Πυρρία Θηβαίου, Ἁρμόστου Λαμιέος, Δαμοκρά[τεος] | |
Εἰτεαίου, Λαμίσκου Ἀργείου· Κεφαλλάνων Σωτάκ[ου Σαμαί]- | |
ου· Δελφῶν Πραόχου, Πατρέα· Χίων Πλειστία· Μαγν̣[ήτων ․․․․] | |
γένεος· Ἀθηναίων Ἀμύκλα· ἐπεὶ παραγενόμενοι̣ [πρεσβευ]- | |
10 | ταὶ παρὰ τοῦ δάμου τοῦ Τηΐων ποτὶ τὸ κοινὸν τ[ῶν Αἰτω]- |
λῶν Πυθαγόρας Κλείτου καὶ Κλεῖτος Κλείτου, [καὶ (?) ἐπελθόν]- | |
τες ποτὶ τοὺς ἱερομνάμονας, ἐνεφάνιξαν τ[ὰ δεδομένα] | |
παρὰ τῶν Αἰτωλῶν φιλάνθρωπα καὶ τίμια τ[ῶι δάμωι] | |
τῶι Τηΐων· ἔδοξε τοῖς Ἀμφικτιόνοις τὰμ π[όλιν καὶ τὰν] | |
15 | χώραν τῶν Τηΐων ἱερὰν εἶμεν καὶ ἄσυλον Δι[ονύσου ἀπὸ] |
πάντων, καὶ ὑπάρχειν τοῖς Τηΐοις καὶ τοῖς ἐν Τέω[ι κατοι]- | |
[κ]εόντοις παρ’ Ἀμφικτιόνων τὰ φιλάνθρωπα καὶ τίμια̣ | |
[πά]ντα ὅσα καὶ τοῖς Διονυσιακοῖς τεχνίταις δέδοτα[ι] | |
[παρὰ] τῶν Ἀμφικτιόνων. |