[ ] Phokis — Delphi — 209-203 BC — FD 3:2.86
1 [θ]εοί.
[Στραταγ][ο]ντος Λαττάμου, ἄρχον[τος]
[δὲ ἐν Δελφοῖς Δαμοκράτ]εος, [ἱερομνα]-
[μονούντων {²nοm + ethn., nom + ethn.}² 〛
5 [․․․ο]ς, [Φ]αίκου Θαυμακ[ο]ῦ, Πολ[․․․c.7․․․]
Σ̣τ̣ρ̣ατίου, Λαμίου Δαστιάδα, Λαΐστα Ὑπο-
σειρίου, Θαρσύα Οἰναίου, Δαμοκρίτου Με-
ταπίου, Πολλέα Φαρσαλίου, Θεοδότου
[Ἀ]περαντοῦ, Ὑλαίου Λυσιμαχέος· Λυκίσκου
10 Θεσπιέως· Εὐδάμου Ἀθηναίου· Δαμοκρίτου Ἀμ-
βρακιώτα· [Δ]ράκοντος Κεφαλλᾶνος· Ἡροδό-
του Χίων· ἔδοξε τοῖς Ἀμφικτιόνεσσι· ἐπειδὴ Εὔ-
δαμος Ἀπολλωνίου Ἀθηναῖος, παραγενόμενος
ἐν Δελφούς, τάς τε θυσίας ἔθυσε τὰς πατρί-
15 ους καλῶς καὶ φιλοτίμως, πλείσταν σπουδὰν
ποιούμενος τᾶς ἐν τὸ δαιμόνιον εὐσεβείας, ἐπε-
μελήθη δὲ καὶ τῶν λοιπῶν ἀκολούθως τοῖς τε
νόμοις καὶ τοῖς ψαφίσμασι τῶν Ἀμφικτιόνων,
καὶ ἀξίως καὶ τοῦ θεοῦ καὶ τᾶς πόλιος τὰν ἐπιδα-
20 μίαν ἐποιήσατο μετὰ τῶν λοιπῶν ἱερομναμό-
νων· ὅπως οὖν φαίνηται τὸ κοινὸν τῶν Ἀμφικτιό-
νων ἀξίως ἐπιστρεφόμενον τᾶς τῶν εὐεργετᾶν
τιμᾶς, ἐπαινέσαι τὰν πόλιν τῶν Ἀθηναίων ἐπὶ τᾶι
ἀποστολᾶι τοῦ ἀνδρὸς καὶ αὐτὸν Εὔδαμον Ἀπολ-
25 λωνίου Ἀθηναῖον, καὶ στεφανῶσαι χρυσῶι στεφάνωι
εὐνοίας ἕνεκεν καὶ φιλοτιμίας τᾶς εἰς τὸ κοινὸν
τῶν Ἀμφικτιόνων· τὸν δὲ στέφανον ἀνακαρῦ-
[ξαι] ἐν μὲν Δελφοῖς Σωτηρικοῖς τῶι ἀγῶνι, [ἐν Ἀ]-
θήναις δὲ ἐν τοῖς Διονυσίοις ἐν τῶι θε[άτρωι],
30 [ὅ]τι τοὶ Ἀμφικτίονες στεφανοῦντ[ι χρυσῶι]
[στεφάνωι] Εὔδ̣αμον Ἀπολλων[ίου Ἀθηναῖον]
[ἀρετᾶς καὶ εὐσεβεία]ς [ἕν]ε̣κ̣[εν κ]αὶ εὐν[οίας]
[τᾶς εἰς τὸ κοι]νὸν τῶν Ἀμφικτιόνων· δεδόσθαι
[δὲ αὐτῶι καὶ] ἀσφάλειαν, καὶ ἀσυλίαν ἀπὸ πάντων
35 [καὶ προδικίαν, καὶ] ἀτέλειαν, καὶ προεδρίαν ἐν πᾶσιν
[τοῖς ἀγώνοις οἷς τίθεντ]ι τοὶ Ἀμφικτίονες, καὶ τὰ ἄλλα
[ὅσα τοῖς ἀνδράσιν οἳ εὐεργε]τοῦντι τὸν θεὸν καὶ τὸ κοινὸν
[τῶν Ἀμφικτιόνων· ὑπάρχειν δ]ὲ τὰς τιμὰς ταύτας
[αὐτῶι καὶ ἐκγόνοις· ὅπως δὲ καὶ δ]ι̣α̣[μένηι ὐπόμνη]-
40 [μα τούτων εἰς τὸν ἅπαντα χρόνον, ἀναγράψαι τόδε]
[τὸ ψάφισμα εἰς τὸν οἶκον τῶν Ἀθηναίων ἐν]
[Δε]λφοῖς [ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος]·
[τὸ] δ[νάλωμα τὸ εἰς ταῦτα δοῦναι τὸν γραμ]-
ματέα τῶ[ν ἱερομναμόνων].
Search Help
Contact Us