[ ] Phokis — Delphi — end 3rd-beg. 2nd c. BC — FD 3:3.226
1 [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — τάς]
[τε δ]ίκας μετὰ τῶ̣[ν συνιερομναμόνων τὰς μὲν διέλυσεν, τὰς δὲ διέκρινε δικαίως καὶ]
κατὰ τοὺς νόμους, τοῦ τ[ε ἀγῶνος συνεπεμελήθη μετὰ τῶν ἱερομναμόνων κατὰ τὸ δόγμα τῶν Ἀμ]-
φικτιόνων ἀξίως τᾶς [τοῦ θεοῦ τιμᾶς καὶ τᾶς πόλιος τᾶς Χίων καὶ διετέλει χρείας παρεχόμενος]
5 πάντοις τοῖς ἀφικνουμ[ένοις ἐν τὰν πόλιν, ἀπόδειξιν ποιούμενος τᾶς εὐνοίας ἃν ἔχει πο]-
τὶ τὸ ἔθνος τῶν Αἰτωλῶ[ν καὶ τοὺς ἄλλους Ἀμφικτίονας, ἔν τε τᾶι ἄλλαι ἀρχᾶι διατετέλε]-
κεν τοῖς τε συνιερομναμ[όνοις καὶ τοῖς ἄλλοις χρήσιμος ὢν καὶ λέγων καὶ πράσσων τὰ συμφέ]-
ροντα τοῖς Ἀμφικτιόνο[ις, οὐδεμίαν ὑπερβολὰν καταλείπων φιλοτιμίας· ὅπως δὲ]
οὖν φαίνηται τὸ κοινὸν τ[ῶν Ἀμφικτιόνων ἀξίως ἐπιστρεφόμενον τᾶς τῶν εὐεργετῶν]
10 τιμᾶς, ἐπαινέσαι <τ>ε τὰν̣ [πόλιν τὰν Χίων ἐπὶ τᾶι ἀποστολᾶι τοῦ ἀνδρὸς καὶ αὐτὸν ․․․]-
χον Ἡραγόρου Χῖον καὶ στεφα[νῶσαι χρυσέωι στεφάνωι καὶ εἰκόσι χαλκέαις δυσί, τὸν δὲ στέ]-
φανον ἀνακαρῦξαι ἐμ μ[ὲν Δελφοῖς Σωτηρίοις(?) ἐν τῶι ἀγῶνι τῶι γυμνικῶι, ἐν Χίωι δὲ Διονυ]-
[σ]ίοις ἐν τῶι θεάτρωι ὅτι Ἀ̣[μφικτίονες στεφανοῦντι ․․․χον Ἡραγόρου Χῖον χρυσέωι]
[στεφάνωι καὶ στάσο]ν̣[τι αὐτοῦ εἰκόνας χαλκέας δύο ․․․]
Search Help