[ ] Phokis — Delphi — 225-224 or 221/220 BC — SIG(3) 635
1 [․․․ {²e.g.}² εἶναι δὲ ἀσφάλειαν καὶ ἀσυλίαν ․․․ {²traces}²   ]
[— — — —c.25— — — — πένθ’ ἡμέρα]ς πορευομέ-
[νοις καὶ ἀπερχομένοις ἄλλας τοσαύ]τ̣ας καὶ <ἕ>ως ἂν ἡ πανήγυρ̣ι̣ς
[γίνηται καὶ αὐτοῖς καὶ τοῖ]ς ἀκολούθοις καὶ ἃ ἂν ἔχωσι
5 [χρήματα πανταχο]ῦ̣· ἐὰν δέ τις [παρὰ] ταῦτα ἄγηι τινὰ ἢ ῥυ[σιάζηι],
[ὑπ]ό̣δικος ἔστω ἐν Ἀμφτκτύοσιν· εἶναι δὲ καὶ ἄσυ-
λον τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Πτωΐου τὸ ἐν Ἀκραιφίοις, ὡς ἂν
αἱ στῆλαι ὁρίζωσι, καθάπερ τὸ ἐν Δελφοῖς· τὴν δὲ λοιπὴν χώ-
ραν τὴν ἱερὰν τοῦ Ἀπόλλωνος τοῦ Πτωΐου μὴ ἀδικεῖν μηδένα·
ἐὰν δέ τις ἀδικῆι, ὑπόδικος ἔστω ἐν Ἀμφικτύοσιν· τῆς δὲ
10 ἐκεχειρίας καὶ τῆς ἀσφαλείας ἄρχειν τὴν πεντεκαιδεκά-
την τοῦ Ἱπποδρομίου μηνὸς κατὰ θεὸν ὡς Βοιωτοὶ ἄγουσιν,
ὡς δὲ [Δ]ελφοὶ Ἀπελλαίου· κυρίους δ’ εἶναι οἰκονομοῦντας
τὰ κατὰ τὸ ἱερὸν τόν τε προφήτην καὶ τὸν ἱερέα τοῦ Ἀπόλλω-
[ν]ος τοῦ Πτωΐου καὶ τὴν πόλιν τῶν Ἀκραιφιέων καὶ τὸ κοινὸν
15 τῶν Βοιωτῶν, καθὼς καὶ ἔνπροσθεν, καὶ τὸν ἀγωνοθέτην τὸν
εἱρημένον ἐπὶ τὸν ἀγῶνα τῶν Πτωΐων· ἀναγράψαι δὲ τὸ ψή-
φισμα ἐν στήλαις Πτωΐοκλῆν Ποταμοδώρου καὶ ἀναθεῖναι
τὴμ μὲν ἐν Δελφοῖς ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος, τὴν δ’ ἐν Ἀ-
κραιφίοις ἐν τῶι ἱερῶι τοῦ Πτωΐου, τὴν δὲ ἐμ Πυλαίαι· ἀναθεῖ-
20 [ν]αι δὲ καὶ τῶν ἄλλων ἱερῶν ὅπου ἂν δοκῆι ἐν καλλίστωι εἶν-
[αι]· ἐὰν δέ τι γίνηται ἀδίκημα παρὰ τὸ δόγμα τῶν Ἀμφικτυ-
[όν]ων, ἀποτεισάτω ὁ ἀδικῶν δισχιλίους στατῆρας καὶ ὃ
[ἂ]ν καταβλάψηι, τὰ δὲ καταδικασθέντα χρήματα ἱερὰ ἔσ-
[τ]ω τοῦ Ἀπόλλωνος τοῦ Πτωΐου· ἀνενενκεῖν δὲ τὸ δόγμα τοὺς
25 ἱερομνήμονας ἐπὶ τὰς πόλεις καὶ τὰ ἔθνη τὰ ἴδια, ὅπως εἰδῶ-
σιν πάντες τὰ δεδογμένα τοῖς Ἀμφικτύοσιν.
Search Help
Contact Us