[ ]
Phokis — Delphi — 225-224 or 221/220 BC — SIG(3) 635
1 | [․․․ {²e.g.}² εἶναι δὲ ἀσφάλειαν καὶ ἀσυλίαν ․․․ {²traces}² ] |
[— — — —c.25— — — — πένθ’ ἡμέρα]ς πορευομέ- | |
[νοις καὶ ἀπερχομένοις ἄλλας τοσαύ]τ̣ας καὶ <ἕ>ως ἂν ἡ πανήγυρ̣ι̣ς | |
[γίνηται καὶ αὐτοῖς καὶ τοῖ]ς ἀκολούθοις καὶ ἃ ἂν ἔχωσι | |
5 | [χρήματα πανταχο]ῦ̣· ἐὰν δέ τις [παρὰ] ταῦτα ἄγηι τινὰ ἢ ῥυ[σιάζηι], |
[ὑπ]ό̣δικος ἔστω ἐν Ἀμφτκτύοσιν· εἶναι δὲ καὶ ἄσυ- | |
λον τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Πτωΐου τὸ ἐν Ἀκραιφίοις, ὡς ἂν | |
αἱ στῆλαι ὁρίζωσι, καθάπερ τὸ ἐν Δελφοῖς· τὴν δὲ λοιπὴν χώ- | |
ραν τὴν ἱερὰν τοῦ Ἀπόλλωνος τοῦ Πτωΐου μὴ ἀδικεῖν μηδένα· | |
ἐὰν δέ τις ἀδικῆι, ὑπόδικος ἔστω ἐν Ἀμφικτύοσιν· τῆς δὲ | |
10 | ἐκεχειρίας καὶ τῆς ἀσφαλείας ἄρχειν τὴν πεντεκαιδεκά- |
την τοῦ Ἱπποδρομίου μηνὸς κατὰ θεὸν ὡς Βοιωτοὶ ἄγουσιν, | |
ὡς δὲ [Δ]ελφοὶ Ἀπελλαίου· κυρίους δ’ εἶναι οἰκονομοῦντας | |
τὰ κατὰ τὸ ἱερὸν τόν τε προφήτην καὶ τὸν ἱερέα τοῦ Ἀπόλλω- | |
[ν]ος τοῦ Πτωΐου καὶ τὴν πόλιν τῶν Ἀκραιφιέων καὶ τὸ κοινὸν | |
15 | τῶν Βοιωτῶν, καθὼς καὶ ἔνπροσθεν, καὶ τὸν ἀγωνοθέτην τὸν |
εἱρημένον ἐπὶ τὸν ἀγῶνα τῶν Πτωΐων· ἀναγράψαι δὲ τὸ ψή- | |
φισμα ἐν στήλαις Πτωΐοκλῆν Ποταμοδώρου καὶ ἀναθεῖναι | |
τὴμ μὲν ἐν Δελφοῖς ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος, τὴν δ’ ἐν Ἀ- | |
κραιφίοις ἐν τῶι ἱερῶι τοῦ Πτωΐου, τὴν δὲ ἐμ Πυλαίαι· ἀναθεῖ- | |
20 | [ν]αι δὲ καὶ τῶν ἄλλων ἱερῶν ὅπου ἂν δοκῆι ἐν καλλίστωι εἶν- |
[αι]· ἐὰν δέ τι γίνηται ἀδίκημα παρὰ τὸ δόγμα τῶν Ἀμφικτυ- | |
[όν]ων, ἀποτεισάτω ὁ ἀδικῶν δισχιλίους στατῆρας καὶ ὃ | |
[ἂ]ν καταβλάψηι, τὰ δὲ καταδικασθέντα χρήματα ἱερὰ ἔσ- | |
[τ]ω τοῦ Ἀπόλλωνος τοῦ Πτωΐου· ἀνενενκεῖν δὲ τὸ δόγμα τοὺς | |
25 | ἱερομνήμονας ἐπὶ τὰς πόλεις καὶ τὰ ἔθνη τὰ ἴδια, ὅπως εἰδῶ- |
σιν πάντες τὰ δεδογμένα τοῖς Ἀμφικτύοσιν. |